Humanitext Reader

波利比奥斯 · 历史 §21.18.1-21.18.10

欧墨尼斯到访罗马与推辞提出请求

第 978 段,共 1311 段 · 希腊语

内容简介

在战胜安条克后,欧墨尼斯国王及各国使节抵达罗马。元老院邀请欧墨尼斯提出请求,但他表示完全听凭元老院裁决,元老院随后决定再次召他入内并敦促其陈述具体诉求。

§21.18.1ὅτι ἤδη τῆς θερείας ἐνισταμένης μετὰ τὴν νίκην τῶν Ῥωμαίων τὴν πρὸς Ἀντίοχον παρῆν ὅ τε βασιλεὺς Εὐμένης οἵ τε παρʼ Ἀντιόχου πρέσβεις οἵ τε παρὰ τῶν Ῥοδίων, ὁμοίως δὲ καὶ παρὰ τῶν ἄλλων·
(据传)在罗马人战胜安条克之后,正当夏季开始之际,欧墨尼斯国王、安条克的使者、罗得斯人的使者以及其他各方的使者都已抵达。
§21.18.2σχεδὸν γὰρ ἅπαντες οἱ κατὰ τὴν Ἀσίαν εὐθέως μετὰ τὸ γενέσθαι τὴν μάχην ἔπεμπον πρεσβευτὰς εἰς τὴν Ῥώμην, διὰ τὸ πᾶσιν τότε καὶ πάσας τὰς ὑπὲρ τοῦ μέλλοντος ἐλπίδας ἐν τῇ συγκλήτῳ κεῖσθαι.
因为几乎所有亚洲的居民在战争发生后都立即向罗马派遣了使者,因为当时所有人对未来的所有希望都寄托在元老院身上。
§21.18.3ἅπαντας μὲν οὖν τοὺς παραγενομένους ἐπεδέχετο φιλανθρώπως ἡ σύγκλητος, μεγαλομερέστατα δὲ καὶ κατὰ τὴν ἀπάντησιν καὶ τὰς τῶν ξενίων παροχὰς Εὐμένη τὸν βασιλέα, μετὰ δὲ τοῦτον τοὺς Ῥοδίους.
因此,元老院友好地接见了所有到来的人,但在迎接和提供款待方面最慷慨地对待了欧墨尼斯国王,其次是罗得斯人。
§21.18.4ἐπειδὴ δʼ ὁ τῆς ἐντεύξεως καιρὸς ἦλθεν, εἰσεκαλέσαντο πρῶτον τὸν βασιλέα καὶ λέγειν ἠξίουν μετὰ παρρησίας ὧν βούλεται τυχεῖν παρὰ τῆς συγκλήτου.
当会见的时间到来时,他们首先召入国王,并请求他坦率地说明他希望从元老院得到什么。
§21.18.5τοῦ δʼ Εὐμένους φήσαντος διότι εἰ καὶ παρʼ ἑτέρων τυχεῖν τινος ἐβούλετο φιλανθρώπου, Ῥωμαίοις ἂν ἐχρήσατο συμβούλοις πρὸς τὸ μήτʼ ἐπιθυμεῖν μηδενὸς παρὰ τὸ δέον μήτʼ ἀξιοῦν μηδʼ ἓν πέρα τοῦ καθήκοντος· §21.18.6ὁπότε δʼ αὐτῶν πάρεστι δεόμενος Ῥωμαίων, ἄριστον εἶναι νομίζει τὸ διδόναι τὴν ἐπιτροπὴν ἐκείνοις καὶ περὶ αὑτοῦ καὶ περὶ τῶν ἀδελφῶν·
但欧墨尼斯说,如果他想从别人那里得到某种恩惠,他会把罗马人当作顾问,以免追求不当之物,也不索取任何超出本分的东西;而既然他是来向这些罗马人亲自请求的,他认为最好把决定权交给他们,无论是关于他自己还是关于他的兄弟们。
§21.18.7τῶν δὲ πρεσβυτέρων τινὸς ἀναστάντος καὶ κελεύοντος μὴ κατορρωδεῖν, ἀλλὰ λέγειν τὸ φαινόμενον, διότι πρόκειται τῇ συγκλήτῳ πᾶν αὐτῷ χαρίζεσθαι τὸ δυνατόν, ἔμεινεν ἐπὶ τῆς αὐτῆς γνώμης.
尽管一位长者起立并敦促他不要害怕,而是说出他的想法,因为元老院的意图是尽可能满足他的一切愿望,他仍坚持同样的看法。
χρόνου δʼ ἐγγινομένου ὁ μὲν βασιλεὺς ἐξεχώρησεν, §21.18.8ἡ δὲ ἐντὸς ἐβουλεύετο τί δεῖ ποιεῖν.
过了一段时间,国王退了出去,元老院则在内部商议该怎么做。
§21.18.9ἔδοξεν οὖν τὸν Εὐμένη παρακαλεῖν αὐτὸν ὑποδεικνύναι θαρροῦντα περὶ ὧν πάρεστιν· καὶ γὰρ εἰδέναι τὰ διαφέροντα τοῖς ἰδίοις πράγμασιν ἐκεῖνον ἀκριβέστερον τὰ κατὰ τὴν Ἀσίαν.
因此,他们决定请求欧墨尼斯,要他鼓起勇气说明他为此而来的那些事情;因为他自己确实更准确地了解亚洲的局势以及符合他自身利益的事情。
§21.18.10δοξάντων δὲ τούτων εἰσεκλήθη, καὶ τῶν πρεσβυτέρων τινὸς ἀποδείξαντος τὰ δεδογμένα λέγειν
在做出这一决定后,他被召了进来,其中一位长者宣布了决定,并请他发言:

词汇与语法注释

  1. 21.18.1ὅτι — 在波利比乌斯《历史》的摘录本中,常用于在段落开头引入新故事或章节的典型小词,起着间接引语的作用(意为“据传……”或“……的事情”)。
  2. 21.18.4ὧν βούλεται — 关系代词 ὧν 本应是宾格(ἃ),但由于其省去了的中性复数先行词(ἐκείνων)受到动词 τυχεῖν 的格支配(要求属格),因而被同化(attraction)为属格。其原本结构为 ἐκείνων ἃ βούλεται。
  3. 21.18.5εἰ καὶ παρʼ ἑτέρων τυχεῖν τινος ἐβούλετο φιλανθρώπου, Ῥωμαίοις ἂν ἐχρήσατο συμβούλοις — 这是一个过去反事实条件句,条件从句使用直陈式过去时(εἰ ... ἐβούλετο),主句使用 ἄν 搭配直陈式过去时(ἂν ἐχρήσατο),表示“如果他曾想从别人那里得到恩惠,他本会把罗马人当作顾问(但实际上他现在是在求罗马人本人,所以没有这样做)”。
  4. 21.18.9καὶ γὰρ εἰδέναι ... ἐκεῖνον — 在 γάρ 从句中使用了“宾格加不定式”结构(ἐκεῖνον εἰδέναι)。这在间接语气中表达了元老院做出上述决定(ἔδοξεν)的内部考量和判断(即“因为他们认为他……更加了解”)。

引用这一段

波利比奥斯, 历史 §21.18.1-21.18.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.18.1-21.18.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。