§21.14.1ὁ δʼ Ἡρακλείδης, μετά τινας ἡμέρας παραγενομένου τοῦ Ποπλίου, κληθεὶς πρὸς τὸ συνέδριον εἰς ἔντευξιν διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς, §21.14.2φάσκων τῆς τε τῶν Λαμψακηνῶν καὶ Σμυρναίων, ἔτι δὲ τῆς τῶν Ἀλεξανδρέων πόλεως ἐκχωρεῖν τὸν Ἀντίοχον, ὁμοίως δὲ καὶ τῶν κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν, ὅσαι τυγχάνουσιν ᾑρημέναι τὰ Ῥωμαίων· §21.14.3πρὸς δὲ τούτοις τὴν ἡμίσειαν ἀναδέχεσθαι τῆς γεγενημένης αὐτοῖς δαπάνης εἰς τὸν ἐνεστῶτα πόλεμον.
赫拉克莱德斯在几天后普布利乌斯抵达时,被召集到议会进行会谈,并开始讨论他所携带的指令相关的事宜,声称安条克将撤出兰普萨科斯、士麦那以及亚历山德里亚这些城市,同样也撤出埃奥利斯和伊奥尼亚境内所有选择支持罗马人的城市;除此之外,他还将承担罗马人在当前战争中所产生费用的半数。
§21.14.4πολλὰ δὲ καὶ ἕτερα πρὸς ταύτην τὴν ὑπόθεσιν διελέχθη, παρακαλῶν τοὺς Ῥωμαίους μήτε τὴν τύχην λίαν ἐξελέγχειν ἀνθρώπους ὑπάρχοντας, μήτε τὸ μέγεθος τῆς αὑτῶν ἐξουσίας ἀόριστον ποιεῖν, ἀλλὰ περιγράφειν, μάλιστα μὲν τοῖς τῆς Εὐρώπης ὅροις· §21.14.5καὶ γὰρ ταύτην μεγάλην ὑπάρχειν καὶ παράδοξον διὰ τὸ μηδένα καθῖχθαι τῶν προγεγονότων αὐτῆς· §21.14.6εἰ δὲ πάντως καὶ τῆς Ἀσίας βούλονταί τινα προσεπιδράττεσθαι, διορίσαι ταῦτα· πρὸς πᾶν γὰρ τὸ δυνατὸν προσελεύσεσθαι τὸν βασιλέα.
针对这一主张,他还阐述了许多其他观点,劝告罗马人既然身为凡人,就不要过度考验命运,也不要使自己权力的规模变得无限,而应加以限制,尤其是以欧洲的边界为限;因为仅此一项就已十分庞大且令人惊叹,因为前人中没有任何一个能达到其全部边界;但如果他们无论如何也想进一步获取亚洲的某些部分,则应当明确画定;因为国王将满足一切可能的要求。
§21.14.7ῥηθέντων δὲ τούτων, ἔδοξε τῷ συνεδρίῳ τὸν στρατηγὸν ἀποκριθῆναι διότι τῆς μὲν δαπάνης οὐ τὴν ἡμίσειαν, ἀλλὰ πᾶσαν δίκαιόν ἐστιν Ἀντίοχον ἀποδοῦναι· φῦναι γὰρ τὸν πόλεμον ἐξ ἀρχῆς οὐ διʼ αὑτούς, ἀλλὰ διʼ ἐκεῖνον· §21.14.8τῶν δὲ πόλεων μὴ τὰς κατὰ τὴν Αἰολίδα καὶ τὴν Ἰωνίαν μόνον ἐλευθεροῦν, ἀλλὰ πάσης τῆς ἐπὶ τάδε τοῦ Ταύρου δυναστείας ἐκχωρεῖν.
在这些话之后,议会决定由执政官予以答复:安条克支付的不是半数,而是全部费用才是公正的;因为战争自始至终不是因罗马人而起,而是因他而起;至于城市,他不仅要解放埃奥利斯和伊奥尼亚境内的城市,还要撤出托罗斯山脉这边的全部领土。
§21.14.9ὁ μὲν οὖν πρεσβευτὴς ταῦτʼ ἀκούσας παρὰ τοῦ συνεδρίου, διὰ τὸ πολὺ τῶν ἀξιουμένων τὰς ἐπιταγὰς ὑπεραίρειν οὐδένα λόγον ποιησάμενος, τῆς μὲν κοινῆς ἐντεύξεως ἀπέστη, τὸν δὲ Πόπλιον ἐθεράπευσε φιλοτίμως.
使者从议会听到这些要求后,因这些条件远远超出了他的指令,便不予理睬,退出了公开的交涉,转而在私底下极力讨好普布利乌斯。