Humanitext Reader

波利比奥斯 · 历史 §21.15.1-21.15.13

西庇阿对使者的私下劝告与安条克的开战决意

第 975 段,共 1311 段 · 希腊语

内容简介

普布利乌斯·西庇阿私下会见了使者赫拉克莱德斯,他在对归还其子的提议表示感激的同时,指出由于罗马军队已登上亚洲,国王应当接受所有条件而不要交战。安条克听闻此答复后放弃了和谈,开始全力备战。

§21.15.1λαβὼν δὲ καιρὸν ἁρμόζοντα διελέγετο περὶ ὧν εἶχε τὰς ἐντολάς.
随后,他找到了合适的机会,便开始商谈自己所携带的指令。
§21.15.2αὗται δʼ ἦσαν διότι πρῶτον μὲν χωρὶς λύτρων ὁ βασιλεὺς αὐτῷ τὸν υἱὸν ἀποδώσει §21.15.3συνέβαινε γὰρ ἐν ἀρχαῖς τοῦ πολέμου τὸν υἱὸν τὸν τοῦ Σκιπίωνος γεγονέναι τοῖς περὶ Ἀντίχον ὑποχείριον·
这些指令的内容如下:第一,国王将无条件(免去赎金)归还他的儿子;因为在战争初期,西庇阿的儿子落入了安条克部下的手中。
§21.15.4δεύτερον δὲ διότι καὶ κατὰ τὸ παρὸν ἕτοιμός ἐστιν ὁ βασιλεὺς ὅσον ἂν ἀποδείξῃ διδόναι πλῆθος χρημάτων καὶ μετὰ ταῦτα κοινὴν ποιεῖν τὴν ἐκ τῆς βασιλείας χορηγίαν, ἐὰν συνεργήσῃ ταῖς ὑπὸ τοῦ βασιλέως προτεινομέναις διαλύσεσιν.
第二,即使在眼前,只要他协助国王所提议的和谈,国王也准备给予他所指定的任意数量的金钱,并在此后与他共享王国的资源。
§21.15.5ὁ δὲ Πόπλιος τὴν μὲν κατὰ τὸν υἱὸν ἐπαγγελίαν ἔφη δέχεσθαι καὶ μεγάλην χάριν ἕξειν ἐπὶ τούτοις, ἐὰν βεβαιώσῃ τὴν ὑπόσχεσιν· §21.15.6περὶ δὲ τῶν ἄλλων ἀγνοεῖν αὐτὸν ἔφη καὶ παραπαίειν ὁλοσχερῶς τοῦ σφετέρου συμφέροντος οὐ μόνον κατὰ τὴν πρὸς αὑτὸν ἔντευξιν, ἀλλὰ καὶ κατὰ τὴν πρὸς τὸ συνέδριον.
普布利乌斯表示,关于他儿子的提议,他予以接受,并且如果国王履行这一诺言,他将对此深表感激;但至于其他事宜,他说国王完全不了解且彻底误判了自身的利益,不仅在与他的会谈中如此,在与议会的交涉中也是如此。
§21.15.7εἰ μὲν γὰρ ἔτι Λυσιμαχείας καὶ τῆς εἰς τὴν Χερρόνησον εἰσόδου κύριος ὑπάρχων ταῦτα προύτεινε, ταχέως ἂν αὐτὸν ἐπιτυχεῖν.
因为如果他在依然占领律西马希亚及色雷斯赫索尼苏斯入口时提出这些条件,他早就迅速达成了目的。
§21.15.8ὁμοίως, εἰ καὶ τούτων ἐκχωρήσας παραγεγόνει πρὸς τὸν Ἑλλήσποντον μετὰ τῆς δυνάμεως καὶ δῆλος ὢν ὅτι κωλύσει τὴν διάβασιν ἡμῶν ἐπρέσβευε περὶ τῶν αὐτῶν τούτων, ἦν ἂν οὕτως αὐτὸν ἐφικέσθαι τῶν ἀξιουμένων.
同样,即便他已撤离这些地方,但如果他能率军抵达赫勒斯滂,并表明自己将阻止我们渡海,从而为这些相同的条件派遣使者,他也同样可以通过这种方式达到他的要求。
§21.15.9ὅτε δʼ ἐάσας ἐπιβῆναι τῆς Ἀσίας τὰς ἡμετέρας δυνάμεις καὶ προσδεξάμενος οὐ μόνον τὸν χαλινόν, ἀλλὰ καὶ τὸν ἀναβάτην παραγίνεται πρεσβεύων περὶ διαλύσεων ἴσων, εἰκότως αὐτὸν ἀποτυγχάνειν καὶ διεψεῦσθαι τῶν ἐλπίδων.
然而,在如今他已容许我们的军队踏上亚洲,不仅接受了缰绳,甚至连骑手也一同接受了的情况下,他却来为平等的和谈派遣使者,他自然会遭到失败,并且希望落空。
§21.15.10διόπερ αὐτῷ παρῄνει βέλτιον βουλεύεσθαι περὶ τῶν ἐνεστώτων καὶ βλέπειν τοὺς καιροὺς ἀληθινῶς.
因此,他劝告国王应当对现状做更好的深思熟虑,并真正看清形势。
§21.15.11ἀντὶ δὲ τῆς κατὰ τὸν υἱὸν ἐπαγγελίας ὑπισχνεῖτο δώσειν αὐτῷ συμβουλίαν ἀξίαν τῆς προτεινομένης χάριτος· παρεκάλει γὰρ αὐτὸν εἰς πᾶν συγκαταβαίνειν, μάχεσθαι δὲ κατὰ μηδένα τρόπον Ῥωμαίοις.
至于对关于其子提议的回报,他承诺将给予国王一个配得上此番盛情的忠告:他极力劝告国王顺从一切条件,绝不要以任何方式与罗马人交战。
§21.15.12ὁ μὲν οὖν Ἡρακλείδης ταῦτʼ ἀκούσας ἐπανῆλθε καὶ συμμίξας διεσάφει τῷ βασιλεῖ τὰ κατὰ μέρος· §21.15.13Ἀντίοχος δὲ νομίσας οὐδὲν ἂν βαρύτερον αὑτῷ γενέσθαι πρόσταγμα τῶν νῦν ἐπιταττομένων, εἰ λειφθείη μαχόμενος, τῆς μὲν περὶ τὰς διαλύσεις ἀσχολίας ἀπέστη, τὰ δὲ πρὸς ἀγῶνα πάντα καὶ πανταχόθεν ἡτοίμαζεν.
于是,赫拉克莱德斯听闻此言后便返回,与国王会面并详细报告了情况;但安条克认为,即使自己在战斗中失败,也不会被强加比现在所命令的更沉重的条件,于是他便放弃了对和谈的考虑,开始从各个方面、在各个角落为战斗做全面准备。

词汇与语法注释

  1. §21.15.6παραπαίειν ... τοῦ σφετέρου συμφέροντος — 动词 `παραπαίω`(偏离、胡言乱语)与表示分离的属格 `τοῦ σφετέρου συμφέροντος`(他自身的利益)连用,意为“完全偏离”或“彻底误判”了自身的利益。
  2. §21.15.7ἂν αὐτὸν ἐπιτυχεῖν — 归结句中的不定式 `ἐπιτυχεῖν` 带有 `ἄν`,在间接引语中表示过去的反事实虚拟(直接引语中为直陈式过去时加 `ἄν`),其条件由条件从句 `εἰ ... προύτεινε`(如果当时提出)表示。
  3. §21.15.9τὸν χαλινόν, ἀλλὰ καὶ τὸν ἀναβάτην — 这是一个生动的比喻,将安条克容许罗马军队进入亚洲比作一匹不仅接受了“缰绳”(手纲)而且也接受了“骑手”(控制者)的马,形象地描绘了安条克完全受制于人的境地。
  4. §21.15.13εἰ λειφθείη μαχόμενος — 这是一个使用希求语气(optative)的条件从句,表示假设的可能性(“即使他在战斗中失败”)。它与间接引语主句中带有 `ἂν` 的不定式 `ἂν ... γενέσθαι` 相呼应。

引用这一段

波利比奥斯, 历史 §21.15.1-21.15.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:21.15.1-21.15.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。