§20.7.1τοιαύτην δʼ ἔχοντες οἱ Βοιωτοὶ τὴν διάθεσιν τῆς πολιτείας, εὐτυχῶς πως διώλισθον καὶ τοὺς κατὰ Φίλιππον καὶ τοὺς κατʼ Ἀντίοχον καιρούς.
波奥蒂亚人虽然使其政体处于这种状态,但仍算幸运地度过了腓力时代和安条克时代。
§20.7.2ἔν γε μὴν τοῖς ἑξῆς οὐ διέφυγον, ἀλλʼ ὥσπερ ἐπίτηδες ἀνταπόδοσιν ἡ τύχη ποιουμένη βαρέως ἔδοξεν αὐτοῖς ἐπεμβαίνειν· ὑπὲρ ὧν ἡμεῖς ἐν τοῖς ἑξῆς ποιησόμεθα μνήμην.
然而,在随后的时期里,他们未能逃脱,而命运仿佛故意进行报复,似乎对他们施以沉重的打击;关于这些事,我们将在后续章节中予以记述。
— §20.7.3ὅτι οἱ πολλοὶ πρόφασιν μὲν εἶχον τῆς πρὸς Ῥωμαίους ἀλλοτριότητος τὴν ἐπαναίρεσιν τὴν Βραχύλλου καὶ τὴν στρατείαν, ἣν ἐποιήσατο Τίτος ἐπὶ Κορώνειαν διὰ τοὺς ἐπιγινομένους φόνους ἐν ταῖς ὁδοῖς τῶν Ῥωμαίων, §20.7.4τῇ δʼ ἀληθείᾳ καχεκτοῦντες ἦσαν ταῖς ψυχαῖς διὰ τὰς προειρημένας αἰτίας.
— 大众以布拉希莱斯被杀以及提图斯因罗马人在道路上接连遇害而对科罗尼亚发动的远征,作为他们同罗马人疏远的借口,但实际上,由于上述原因,他们的精神已处于病态之中。
§20.7.5καὶ γὰρ τοῦ βασιλέως συνεγγίζοντος ἐξῄεσαν ἐπὶ τὴν ἀπάντησιν οἱ τῶν Βοιωτῶν ἄρξαντες· συμμίξαντες δὲ καὶ φιλανθρώπως ὁμιλήσαντες ἦγον αὐτὸν εἰς τὰς Θήβας.
事实上,当国王临近时,波奥蒂亚的执政官们便出城迎接,与他会合并亲切交谈后,将他领进了忒拜。
—
—