§2.7.1μάτων.
-务。
τὸ μὲν γὰρ ἀνθρώπους ὄντας παραλόγως περιπεσεῖν τινι τῶν δεινῶν οὐ τῶν παθόντων, τῆς τύχης δὲ καὶ τῶν πραξάντων ἐστὶν ἔγκλημα, §2.7.2τὸ δʼ ἀκρίτως καὶ προφανῶς περιβαλεῖν αὑτοὺς ταῖς μεγίσταις συμφοραῖς ὁμολογούμενόν ἐστι τῶν πασχόντων ἁμάρτημα.
因为作为凡人,出人意料地遭遇某种灾难,这并不是受害者的过错,而是命运和施害者的问题;然而,毫无理智且明目张胆地使自己陷入极大的灾难,这公认是受害者自己的过错。
§2.7.3διὸ καὶ τοῖς μὲν ἐκ τύχης πταίουσιν ἔλεος ἕπεται μετὰ συγγνώμης καὶ ἐπικουρία, τοῖς δὲ διὰ τὴν αὑτῶν ἀβουλίαν ὄνειδος καὶ ἐπιτίμησις συνεξακολουθεῖ παρὰ τοῖς εὖ φρονοῦσιν.
因此,对因命运而受挫的人,人们会寄予同情、宽恕和援助;而对因自身愚蠢而遭殃的人,明智之人则会给予指责和惩戒。
§2.7.4ἃ δὴ καὶ τότε παρὰ τῶν Ἑλλήνων εἰκότως ἂν τοῖς Ἠπειρώταις ἀπηντήθη.
这也正是当时希腊人理所当然会给予伊庇鲁斯人的对待。
§2.7.5πρῶτον γὰρ τίς οὐκ ἂν τὴν κοινὴν περὶ Γαλατῶν φήμην ὑπιδόμενος εὐλαβηθείη τούτοις ἐγχειρίσαι πόλιν εὐδαίμονα καὶ πολλὰς ἀφορμὰς ἔχουσαν εἰς παρασπόνδησιν;
首先,谁会不起疑于关于高卢人的普遍传闻,从而警惕不将一座富庶且拥有诸多背叛机会的城市交托给他们呢?
§2.7.6δεύτερον τίς οὐκ ἂν ἐφυλάξατο τὴν αὐτοῦ τοῦ συστήματος ἐκείνου προαίρεσιν;
其次,谁会不防范这支团伙本身的意图呢?
οἵ γε τὴν μὲν ἀρχὴν ἐξέπεσον ἐκ τῆς ἰδίας, συνδραμόντων ἐπʼ αὐτοὺς τῶν ὁμοεθνῶν διὰ τὸ παρασπονδῆσαι τοὺς αὑτῶν οἰκείους καὶ συγγενεῖς· §2.7.7ὑποδεξαμένων γε μὴν αὐτοὺς Καρχηδονίων διὰ τὸ κατεπείγεσθαι πολέμῳ, τὸ μὲν πρῶτον γενομένης τινὸς ἀντιρρήσεως τοῖς στρατιώταις πρὸς τοὺς στρατηγοὺς ὑπὲρ ὀψωνίων ἐξ αὐτῆς ἐπεβάλοντο διαρπάζειν τὴν τῶν Ἀκραγαντίνων πόλιν, φυλακῆς χάριν εἰσαχθέντες εἰς αὐτήν, ὄντες τότε πλείους τῶν τρισχιλίων· §2.7.8μετὰ δὲ ταῦτα παρεισαγαγόντων αὐτοὺς πάλιν εἰς Ἔρυκα τῆς αὐτῆς χρείας ἕνεκεν, πολιορκούντων τὴν πόλιν Ῥωμαίων, ἐπεχείρησαν μὲν καὶ τὴν πόλιν καὶ τοὺς συμπολιορκουμένους προδοῦναι· §2.7.9τῆς δὲ πράξεως ταύτης ἀποτυχόντες ηὐτομόλησαν πρὸς τοὺς πολεμίους· παρʼ οἷς πιστευθέντες πάλιν ἐσύλησαν τὸ τῆς Ἀφροδίτης τῆς Ἐρυκίνης ἱερόν.
他们最初之所以被逐出家园,正是因为他们背叛了自己的亲属和同胞,导致族人联合起来对付他们;而且,当迦太基人因战事紧急而接纳他们时,起初,士兵与将军之间因军饷发生争执,他们立刻企图掠夺阿克拉根斯城——而他们本是为了防守该城才被引入其中的,当时他们的人数超过三千人;此后,为了同样的目的,他们再次被引入埃里克斯,而当罗马人围攻该城时,他们竟企图出卖这座城市以及与他们一同被围困的人;而在这一企图失败后,他们投奔了敌人;在得到敌人的信任后,他们再次洗劫了埃里克斯的阿芙洛狄忒神庙。
§2.7.10διὸ σαφῶς ἐπεγνωκότες Ῥωμαῖοι τὴν ἀσέβειαν αὐτῶν ἅμα τῷ διαλύσασθαι τὸν πρὸς Καρχηδονίους πόλεμον οὐδὲν ἐποιήσαντο προυργιαίτερον τοῦ παροπλίσαντας αὐτοὺς ἐμβαλεῖν εἰς πλοῖα καὶ τῆς Ἰταλίας πάσης ἐξορίστους καταστῆσαι.
因此,罗马人看清了他们的不敬神,一与迦太基人结束战争,便认为最首要的任务莫过于解除他们的武装,将他们塞进船只,并把他们从整个意大利驱逐出去。
§2.7.11οὓς Ἠπειρῶται τῆς δημοκρατίας καὶ τῶν νόμων φύλακας ποιησάμενοι καὶ τὴν εὐδαιμονεστάτην πόλιν ἐγχειρίσαντες, πῶς οὐκ ἂν εἰκότως φανείησαν αὐτοὶ τῶν συμπτωμάτων αὑτοῖς αἴτιοι γεγονότες;
伊庇鲁斯人竟让这样的人当他们民主政体和法律的守护者,并将最富庶的城市托付给他们,这怎么能不让人觉得他们自己才是自食其果的始作俑者呢?
§2.7.12περὶ μὲν οὖν τῆς Ἠπειρωτῶν ἀγνοίας καὶ περὶ τοῦ μηδέποτε δεῖν τοὺς εὖ φρονοῦντας ἰσχυροτέραν εἰσάγεσθαι φυλακὴν ἄλλως τε καὶ βαρβάρων, ἐπὶ
因此,关于伊庇鲁斯人的愚昧,以及明智之人绝不应引入比自己更强大的守备队、尤其是野蛮人守备队这一道理——