§2.67.1ἐπειδὴ δʼ ὁ μὲν καιρὸς ἧκε τῆς χρείας, τὸ δὲ σύνθημα τοῖς Ἰλλυριοῖς ἀπεδόθη, παρήγγειλαν δὲ ποιεῖν τὸ δέον οἷς ἦν ἐπιμελές, πάντες εὐθέως ἀναδείξαντες αὑτοὺς κατήρχοντο τῆς πρὸς τὸν βουνὸν προσβολῆς.
当行动的时机到来、给伊利里亚人的信号发出,且负责的军官们下令履行职责时,所有人立刻现身,开始向山丘发起进攻。
§2.67.2οἱ δὲ μετὰ τῶν Κλεομένους ἱππέων ἐξ ἀρχῆς ταχθέντες εὔζωνοι, θεωροῦντες τὰς σπείρας τῶν Ἀχαιῶν ἐρήμους ἐκ τῶν κατόπιν οὔσας, κατʼ οὐρὰν προσπίπτοντες εἰς ὁλοσχερῆ κίνδυνον ἦγον τοὺς πρὸς τὸν λόφον βιαζομένους,
另一方面,起初与克利奥米尼的骑兵部署在一起的轻装步兵,看到阿开亚人的部队后方空虚无备,便从背后发起袭击,使那些正极力向山丘进攻的人陷入了极大的危险之中。
§2.67.3ὡς ἂν τῶν μὲν περὶ τὸν Εὐκλείδαν ἐξ ὑπερδεξίου κατὰ πρόσωπον αὐτοῖς ἐφεστώτων, τῶν δὲ μισθοφόρων κατόπιν ἐπικειμένων καὶ προσφερόντων τὰς χεῖρας ἐρρωμένως.
因为此时尤克里达斯麾下的士兵在上方正面迎击他们,而雇佣兵则在后方紧逼并猛烈发起攻击。
ἐν ᾧ καιρῷ συννοήσας τὸ γινόμενον, §2.67.4ἅμα δὲ προορώμενος τὸ μέλλον Φιλοποίμην ὁ Μεγαλοπολίτης τὸ μὲν πρῶτον ὑποδεικνύειν ἐπεβάλλετο τοῖς προεστῶσι τὸ συμβησόμενον·
在此关键时刻,洞察到了正在发生的事情,同时也预见到了随后的后果,梅加洛波利斯的菲洛皮门最初试图向指挥官们指出将要发生的事情。
§2.67.5οὐδενὸς δὲ προσέχοντος αὐτῷ διὰ τὸ μήτʼ ἐφʼ ἡγεμονίας τετάχθαι μηδεπώποτε κομιδῇ τε νέον ὑπάρχειν αὐτόν, παρακαλέσας τοὺς ἑαυτοῦ πολίτας ἐνέβαλε τοῖς πολεμίοις τολμηρῶς.
但由于他从未担任过任何指挥职务,而且还非常年轻,所以没有人理会他,于是他鼓舞自己的同胞市民,勇敢地向敌军发起冲锋。
§2.67.6οὗ γενομένου ταχέως οἱ προσκείμενοι μισθοφόροι κατʼ οὐρὰν τοῖς προσβαίνουσιν, ἀκούσαντες τῆς κραυγῆς καὶ συνιδόντες τὴν τῶν ἱππέων συμπλοκήν, ἀφέμενοι τῶν προκειμένων ἀνέτρεχον εἰς τὰς ἐξ ἀρχῆς τάξεις καὶ προσεβοήθουν τοῖς παρʼ αὑτῶν ἱππεῦσι.
此事发生后,那些原本紧逼在进攻队伍后方的雇佣兵,听到呼喊声并看到骑兵之间的交战,立刻放弃了眼前的目标,跑回原先的阵地,去支援自军的骑兵。
§2.67.7τούτου δὲ συμβάντος ἀπερίσπαστον γενόμενον τό τε τῶν Ἰλλυριῶν καὶ Μακεδόνων καὶ τῶν ἅμα τούτοις προσβαινόντων πλῆθος ἐκθύμως ὥρμησε καὶ τεθαρρηκότως ἐπὶ τοὺς ὑπεναντίους.
随着这件事的发生,免受腹背受敌之忧的伊利里亚人、马其顿人以及与他们一同登攀的大军,便满怀热忱与信心地向敌人冲去。
§2.67.8ἐξ οὗ καὶ μετὰ ταῦτα φανερὸν ἐγενήθη διότι τοῦ κατὰ τὸν Εὐκλείδαν προτερήματος αἴτιος ἐγίνετο Φιλοποίμην.
由此,后来也变得显而易见,菲洛皮门正是取得对尤克里达斯胜利的主要功臣。