§2.63.1τὸ δὲ συνεχὲς τούτῳ τίς οὐκ ἂν ἔτι μᾶλλον θαυμάσειε;
对于与此接续之事,有谁不更加惊异?
ταῦτα γὰρ ἀποφαινόμενος λέγει πρὸ τῆς παρατάξεως δέχʼ ἡμέραις μάλιστα τὸν παρὰ Πτολεμαίου πρεσβευτὴν ἐλθεῖν ἀγγέλλοντα πρὸς τὸν Κλεομένη διότι Πτολεμαῖος τὸ μὲν χορηγεῖν ἀπολέγει, διαλύεσθαι δὲ παρακαλεῖ πρὸς τὸν Ἀντίγονον.
因为,在做出这些断言的同时,他声称大约在决战前十天,来自普托利迈乌斯的使者来到,向克利奥米尼宣告:普托利迈乌斯拒绝继续提供资助,并劝告他与安提柯达成和解。
§2.63.2τὸν δʼ ἀκούσαντά φησι κρῖναι διότι δεῖ τὴν ταχίστην ἐκκυβεύειν τοῖς ὅλοις πρὸ τοῦ συνεῖναι τὰ προσπεπτωκότα τὰς δυνάμεις, διὰ τὸ μηδεμίαν ὑπάρχειν ἐν τοῖς ἰδίοις πράγμασιν ἐλπίδα τοῦ δύνασθαι μισθοδοτεῖν.
而他声称,他听闻此事后,决定必须在军队得知所发生的事之前,尽快将一切付诸一掷,因为在他自己的财政状况中,没有任何能够支付薪饷的希望。
§2.63.3ἀλλʼ εἴπερ ἑξακισχιλίων ἐγκρατὴς ἐγεγόνει ταλάντων κατὰ τοὺς αὐτοὺς καιρούς, τὸν Πτολεμαῖον αὐτὸν ἠδύνατο ταῖς χορηγίαις ὑπερθέσθαι.
但是,如果他确实在同一时期掌握了六千塔兰同,他在资力上甚至能够超越普托利迈乌斯本人。
§2.63.4πρὸς δὲ τὸν Ἀντίγονον, εἰ μόνον τριακοσίων ὑπῆρχε κύριος, καὶ λίαν ἱκανὸς ἦν ἀσφαλῶς ὑπομένων τρίβειν τὸν πόλεμον.
而对抗安提柯,即使他仅拥有三百塔兰同,也完全有能力通过安全地坚守来拖延战争。
§2.63.5τὸ δʼ ἅμα μὲν πάσας ἀποφαίνειν τῷ Κλεομένει τὰς ἐλπίδας ἐν Πτολεμαίῳ διὰ τὰς χορηγίας, ἅμα δὲ τοσούτων χρημάτων αὐτὸν φάναι κύριον γεγονέναι κατὰ τοὺς αὐτοὺς καιρούς, πῶς οὐ τῆς μεγίστης ἀλογίας, ἔτι δʼ ἀσκεψίας ἐστὶ σημεῖον;
一方面声称克利奥米尼的所有希望都因资助而寄托在普托利迈乌斯身上,另一方面又声称他在同一时期掌握了如此巨额的资金——这怎能不是极端的荒谬、甚至是缺乏深思熟虑的体现呢?
§2.63.6πολλὰ δὲ καὶ ἕτερα τῷ συγγραφεῖ τοιαῦτα καὶ κατὰ τοὺς ὑποκειμένους καιροὺς καὶ παρʼ ὅλην τὴν πραγματείαν κατατέτακται, περὶ ὧν ἀρκεῖν ὑπολαμβάνω κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν καὶ τὰ νῦν εἰρημένα.
这位历史学在所论及的时期以及他的整部著作中,还写下了许多其他类似的矛盾,关于这些,我认为根据我最初的宗旨,目前所说的已经足够了。