Humanitext Reader

波利比奥斯 · 历史 §2.51.1-2.51.7

阿开亚人的接连战败与向安提柯求援

第 139 段,共 1311 段 · 希腊语

内容简介

阿开亚人企图依靠自身力量进行战争,但在接连大败后不得不决定向安提柯求援,而交出阿克罗科林斯的条件则构成了最初的重大障碍。

§2.51.1καταφεύγειν ἐπὶ τὰς τῶν φίλων βοηθείας.
应当求助于盟友的援助。
ἐπισημηναμένου δὲ τοῦ πλήθους, ἔδοξε μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ διʼ αὑτῶν ἐπιτελεῖν τὸν ἐνεστῶτα πόλεμον.
当大众表示赞同后,决议维持现状,并靠他们自己的力量去进行当前直面的战争。
§2.51.2ἐπεὶ δὲ Πτολεμαῖος ἀπογνοὺς μὲν τὸ ἔθνος Κλεομένει χορηγεῖν ἐπεβάλετο, βουλόμενος αὐτὸν ἐπαλείφειν ἐπὶ τὸν Ἀντίγονον διὰ τὸ πλείους ἐλπίδας ἔχειν ἐν τοῖς Λακεδαιμονίοις ἤπερ ἐν τοῖς Ἀχαιοῖς τοῦ δύνασθαι διακατέχειν τὰς τῶν ἐν Μακεδονίᾳ βασιλέων ἐπιβολάς,
另一方面,托勒密由于对阿开亚同盟感到失望,便着手向克莱奥美尼提供资金,希望驱使他去对抗安提柯,因为他对于拉刻代蒙人能够遏制马其顿诸王之企图的期望,要比对阿开亚人抱有的期望更大。
§2.51.3οἱ δʼ Ἀχαιοὶ τὸ μὲν πρῶτον ἠλαττώθησαν περὶ τὸ Λύκαιον, συμπλακέντες κατὰ πορείαν τῷ Κλεομένει, τὸ δὲ δεύτερον ἐκ παρατάξεως ἡττήθησαν ἐν τοῖς Λαδοκείοις καλουμένοις τῆς Μεγαλοπολίτιδος, ὅτε καὶ Λυδιάδας ἔπεσε, τὸ δὲ τρίτον ὁλοσχερῶς ἔπταισαν ἐν τῇ Δυμαίᾳ περὶ τὸ καλούμενον Ἑκατόμβαιον, πανδημεὶ διακινδυνεύοντες,
而阿开亚人,首先是在行军中与克莱奥美尼遭遇,在吕开翁附近受挫;其次是在梅加洛波利斯领土内被称为拉多凯亚的地方的会战中被击败,当时吕迪亚达斯也阵亡了;第三是在迪迈亚被称为赫卡通拜翁的地方彻底溃败,当时他们是动用了全军进行决死的一搏。
§2.51.4τότʼ ἤδη τῶν πραγμάτων οὐκέτι διδόντων ἀναστροφὴν ἠνάγκαζε τὰ περιεστῶτα καταφεύγειν ὁμοθυμαδὸν ἐπὶ τὸν Ἀντίγονον.
到了那时,由于局势已不再允许任何退路,周围的境况迫使他们一致决定求助于安提柯。
§2.51.5ἐν ᾧ καιρῷ πρεσβευτὴν τὸν υἱὸν ἐξαποστείλας Ἄρατος πρὸς Ἀντίγονον ἐβεβαιώσατο τὰ περὶ τῆς βοηθείας.
在这一关键时刻,阿拉图斯派遣自己的儿子作为使节前往安提柯处,确定了关于援助的事项。
§2.51.6παρεῖχε δʼ αὐτοῖς ἀπορίαν καὶ δυσχρηστίαν μεγίστην τὸ μήτε τὸν βασιλέα δοκεῖν ἂν βοηθῆσαι χωρὶς τοῦ κομίσασθαι τὸν Ἀκροκόρινθον καὶ λαβεῖν ὁρμητήριον πρὸς τὸν ἐνεστῶτα πόλεμον τὴν τῶν Κορινθίων πόλιν, μήτε τοὺς Ἀχαιοὺς ἂν τολμῆσαι Κορινθίους ἄκοντας ἐγχειρίσαι Μακεδόσι.
然而,给他们带来最大困惑和困难的是,一方面国王似乎不会在不收回阿克罗科林斯并将科林斯人的城市作为当前战争之基地的情况下提供援助,另一方面阿开亚人也不敢违背科林斯人的意愿而将他们移交给马其顿人。
§2.51.7διὸ καὶ τὸ πρῶτον ὑπέρθεσιν ἔσχε τὸ διαβούλιον
因此,起初协商被推迟了。

词汇与语法注释

  1. §2.51.1καταφεύγειν — 这是承接前一节(2.50.12)中的 ἔφη(他说)而来的间接引语不定式,继续表达阿拉图斯的话:“[到那时才] 求助于……”。
  2. §2.51.2τοῦ δύνασθαι — 冠词附不定式的属格,作为同位语或限定性属格修饰前述名词 ἐλπίδας(“能够……的希望”)。
  3. §2.51.6δοκεῖν ἂν βοηθῆσαι — 不定式 βοηθῆσαι 依附于不定式 δοκεῖν,语气词 ἄν 修饰 βοηθῆσαι。在直接引语中,这对应于潜在或推测的希求法表达:οὐκ ἂν βοηθήσειε(“若不……就不会提供援助”)。

引用这一段

波利比奥斯, 历史 §2.51.1-2.51.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.51.1-2.51.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。