Humanitext Reader

波利比奥斯 · 历史 §2.47.1-2.47.11

阿拉图斯秘密联络马其顿王安提柯

第 135 段,共 1311 段 · 希腊语

内容简介

尽管阿开亚人起初试图独自抵抗拉刻代蒙人,但随着克莱奥美尼的攻势,阿拉图斯决定暗中与马其顿国王安提柯结盟,并向外界隐瞒了自己的真实意图。

§2.47.1τοὺς καιρούς.
[这个]时期。
οἱ δʼ Ἀχαιοὶ τὸ μὲν πρῶτον διὰ τῆς ἰδίας δυνάμεως ὥρμησαν ἀντοφθαλμεῖν τοῖς Λακεδαιμονίοις, ἅμα μὲν ὑπολαμβάνοντες κάλλιστον εἶναι τὸ μὴ διʼ ἑτέρων σφίσι πορίζεσθαι τὴν σωτηρίαν, ἀλλʼ αὐτοὺς διʼ αὑτῶν σῴζειν τὰς πόλεις καὶ τὴν χώραν, §2.47.2ἅμα δὲ βουλόμενοι καὶ τὴν πρὸς Πτολεμαῖον τηρεῖν φιλίαν διὰ τὰς προγεγενημένας εὐεργεσίας καὶ μὴ φαίνεσθαι πρὸς ἑτέρους ἐκτείνοντες τὰς χεῖρας,
起初,阿开亚人极力凭借自身的力量来抗衡拉刻代蒙人,一方面他们认为,不通过他人来为自己谋求安全,而是由自己来保卫国家和领土,是最为光荣的事情;另一方面,他们也希望因先前的恩惠而维持与托勒密的友好关系,并且不显得是在向他人伸手求援。
§2.47.3ἤδη δʼ ἐπὶ ποσὸν τοῦ πολέμου προβαίνοντος, καὶ τοῦ Κλεομένους τό τε πάτριον πολίτευμα καταλύσαντος καὶ τὴν ἔννομον βασιλείαν εἰς τυραννίδα μεταστήσαντος, χρωμένου δὲ καὶ τῷ πολέμῳ πρακτικῶς καὶ παραβόλως, §2.47.4προορώμενος Ἄρατος τὸ μέλλον καὶ δεδιὼς τήν τε τῶν Αἰτωλῶν ἀπόνοιαν καὶ τόλμαν ἔκρινε πρὸ πολλοῦ λυμαίνεσθαι τὴν ἐπιβολὴν αὐτῶν.
然而,随着战争已经进行到了一定阶段,克莱奥美尼废除了祖传的宪政,将合法的王权转变为僭主统治,并且在战争中采取了高效而冒险的行动,阿拉图斯预见到未来的局势,并惧怕埃托利亚人的狂妄与胆大,决定提前很久去破坏他们的图谋。
§2.47.5κατανοῶν δὲ τὸν Ἀντίγονον καὶ πρᾶξιν ἔχοντα καὶ σύνεσιν καὶ πίστεως ἀντιποιούμενον, τοὺς δὲ βασιλεῖς σαφῶς εἰδὼς φύσει μὲν οὐδένα νομίζοντας οὔτε συνεργὸν οὔτε πολέμιον, ταῖς δὲ τοῦ συμφέροντος ψήφοις αἰεὶ μετροῦντας τὰς ἔχθρας καὶ τὰς φιλίας, §2.47.6ἐπεβάλετο λαλεῖν πρὸς τὸν εἰρημένον βασιλέα καὶ συμπλέκειν τὰς χεῖρας, ὑποδεικνύων αὐτῷ τὸ συμβησόμενον ἐκ τῶν πραγμάτων.
他看出安提柯既有行动力又有智慧,并且看重信义,同时他清楚地知道,君王天生不会把任何人视为盟友或敌人,而是始终以利益的算计来衡量敌友,于是他着手与上述国王接触并联手,向他指出事态发展将带来的后果。
§2.47.7προδήλως μὲν οὖν αὐτὸ πράττειν ἀσύμφορον ἡγεῖτο διὰ πλείους αἰτίας.
然而,由于多种原因,他认为公开这样做是不利的。
τόν τε γὰρ Κλεομένη καὶ τοὺς Αἰτωλοὺς ἀνταγωνιστὰς παρασκευάζειν ἤμελλε πρὸς τὴν ἐπιβολήν, §2.47.8τούς τε πολλοὺς τῶν Ἀχαιῶν διατρέψειν, καταφεύγων ἐπὶ τοὺς ἐχθροὺς καὶ δοκῶν ὁλοσχερῶς ἀπεγνωκέναι τὰς ἐν αὐτοῖς ἐλπίδας· ὅπερ ἥκιστα φαίνεσθαι πράττων ἐβούλετο.
因为这势必会使克莱奥美尼和埃托利亚人作为对手,对他的图谋做好准备,并且会使大多数阿开亚人离心离德,因为他向昔日的敌人寻求庇护,显得对自身的希望完全破灭——而这正是他最不想表现出来的。
§2.47.9διόπερ ἔχων τοιαύτην πρόθεσιν ἀδήλως αὐτὰ διενοεῖτο χειρίζειν.
因此,怀着这样的意图,他打算暗中处理这些事务。
§2.47.10ἐξ οὗ πολλὰ παρὰ τὴν ἑαυτοῦ γνώμην ἠναγκάζετο καὶ λέγειν καὶ ποιεῖν πρὸς τοὺς ἐκτός, διʼ ὧν ἤμελλε τὴν ἐναντίαν ἔμφασιν ὑποδεικνύων ταύτην ἐπικρύψεσθαι τὴν οἰκονομίαν.
结果,他被迫违背自己的本意,对外界说了许多话,做了许多事,试图通过展示相反的印象来隐瞒这一计划。
§2.47.11ὧν χάριν ἔνια τούτων οὐδʼ ἐν τοῖς ὑπομνήμασι κατέταξεν.
因此,他甚至没有把其中的某些内容记入自己的回忆录中。

词汇与语法注释

  1. §2.47.1τοὺς καιρούς. — 该名词短语接续前一章(§2.46.7)末尾的 `καὶ κατὰ τούτους`(在这些……中),由于手稿中的章节划分,该句子在中间被切断。
  2. §2.47.5τοὺς δὲ βασιλεῖς σαφῶς εἰδὼς φύσει μὲν οὐδένα νομίζοντας οὔτε συνεργὸν οὔτε πολέμιον — 分词 `εἰδὼς`(因为知道)支配以宾格的 `τοὺς βασιλεῖς` 为主语的分词 `νομίζοντας` 和 `μετροῦντας` 构成补充性分词结构,起到间接陈述的作用(“知道君王们……视……并衡量……”)。
  3. §2.47.10την εναντιαν εμφασιν υποδεικνυων ταυτην επικρυψεσθαι την οικονομιαν — `ἤμελλε` 与将来时不定式 `ἐπικρύψεσθαι` 连用,表示意图或将要发生的结果(“他打算隐瞒”)。分词 `ὑποδεικνύων`(通过展示)作方式状语。

引用这一段

波利比奥斯, 历史 §2.47.1-2.47.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.47.1-2.47.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。