Humanitext Reader

波利比奥斯 · 历史 §2.45.1-2.45.7

埃托利亚人的围攻图谋与阿拉图斯的对策

第 133 段,共 1311 段 · 希腊语

内容简介

概述了因阿开亚联邦迅速崛起而产生嫉妒的埃托利亚人,企图通过与马其顿的安提柯及斯巴达的克莱奥美尼结盟来瓜分其城市,以及阿拉图斯如何挫败了这一阴谋。

§2.45.1ὁλοσχερεστέρας δὲ γενομένης αὐξήσεως διὰ ταῦτα καὶ προκοπῆς περὶ τὸ ἔθνος, Αἰτωλοὶ διὰ τὴν ἔμφυτον ἀδικίαν καὶ πλεονεξίαν φθονήσαντες, τὸ δὲ πλεῖον ἐλπίσαντες καταδιελέσθαι τὰς πόλεις, καθάπερ καὶ πρότερον τὰς μὲν Ἀκαρνάνων διενείμαντο πρὸς Ἀλέξανδρον, τὰς δὲ τῶν Ἀχαιῶν ἐπεβάλοντο πρὸς Ἀντίγονον τὸν Γονατᾶν, §2.45.2καὶ τότε παραπλησίαις ἐλπίσιν ἐπαρθέντες ἀπετόλμησαν Ἀντιγόνῳ τε τῷ κατʼ ἐκείνους τοὺς καιροὺς προεστῶτι Μακεδόνων, ἐπιτροπεύοντι δὲ Φιλίππου παιδὸς ὄντος, καὶ Κλεομένει τῷ βασιλεῖ Λακεδαιμονίων κοινωνεῖν καὶ συμπλέκειν ἀμφοτέροις ἅμα τὰς χεῖρας.
当阿开亚联邦因此获得更为彻底的增长与进步时,埃托利亚人因其天生的不公与贪婪而产生嫉妒,更企图瓜分其城市,正如他们先前与亚历山大瓜分阿卡纳尼亚人的城市,并企图与安提柯·戈纳塔斯瓜分阿开亚人的城市一样,此时他们亦受到类似希望的鼓舞,竟敢与当时身为尚是孩童的腓力之监护人而统治马其顿的安提柯,以及拉刻代蒙人的国王克莱奥美尼两人结盟,并同时与双方联手。
§2.45.3ὁρῶντες γὰρ τὸν Ἀντίγονον κυριεύοντα μὲν τῶν κατὰ Μακεδονίαν ἀσφαλῶς, ὁμολογούμενον δὲ καὶ πρόδηλον ἐχθρὸν ὄντα τῶν Ἀχαιῶν διὰ τὸ τὸν Ἀκροκόρινθον πραξικοπήσαντας καταλαβεῖν, §2.45.4ὑπέλαβον, εἰ τοὺς Λακεδαιμονίους προσλαβόντες ἔτι κοινωνοὺς σφίσι τῆς ἐπιβολῆς προεμβιβάσαιεν εἰς τὴν πρὸς τὸ ἔθνος ἀπέχθειαν, ῥᾳδίως ἂν καταγωνίσασθαι τοὺς Ἀχαιοὺς ἐν καιρῷ συνεπιθέμενοι καὶ πανταχόθεν περιστήσαντες αὐτοῖς τὸν πόλεμον.
因为他们看到安提柯稳固地统治着马其顿,且由于阿开亚人以出其不意的行动占领了阿克罗科林斯,他已成为公认且显而易见的阿开亚人的敌人,他们便认为,如果再将拉刻代蒙人拉拢为他们企图的共同参与者,并预先引导他们对该联邦产生敌意,他们就能在有利时机共同发起攻击,并从四面八方用战争包围阿开亚人,从而轻易将其战胜。
§2.45.5ὃ δὴ καὶ ταχέως ἂν ἐκ τῶν κατὰ λόγον ἐπετέλεσαν, εἰ μὴ τὸ κυριώτατον παρεῖδον τῆς προθέσεως, οὐ συλλογισάμενοι διότι ταῖς ἐπιβολαῖς Ἄρατον ἕξουσιν ἀνταγωνιστήν, ἄνδρα δυνάμενον πάσης εὐστοχεῖν περιστάσεως.
根据常理,他们本可迅速完成这一目标,只要他们没有忽视其计划中最关键的部分,即未能料到在他们的企图中将面对阿拉图斯这位对手,而他是一个能够成功应对任何危局的人。
§2.45.6τοιγαροῦν ὁρμήσαντες ἐπὶ τὸ πολυπραγμονεῖν καὶ χειρῶν ἄρχειν ἀδίκων οὐχ οἷον ἤνυσάν τι τῶν ἐπινοηθέντων, ἀλλὰ τοὐναντίον καὶ τὸν Ἄρατον τότε προεστῶτα καὶ τὸ ἔθνος ἐσωματοποίησαν, πραγματικῶς ἀντιπερισπάσαντος ἐκείνου καὶ λυμηναμένου τὰς ἐπιβολὰς αὐτῶν.
因此,他们虽急于插手事务并开始不义的挑衅,但不仅未能实现任何预想的计划,相反,还使当时担任领袖的阿拉图斯以及整个联邦都更加稳固团结,因为阿拉图斯务实地采取了对抗行动并挫败了他们的企图。
§2.45.7ὡς δʼ ἐχειρίσθη τὰ ὅλα, δῆλον ἔσται διὰ τῶν λέγεσθαι μελλόντων.
至于整个事情是如何处理的,通过接下来的叙述将会变得清晰。

词汇与语法注释

  1. §2.45.3διὰ τὸ τὸν Ἀκροκόρινθον πραξικοπήσαντας καταλαβεῖν — 不定词 `καταλαβεῖν` 的逻辑主语由宾格复数分词 `πραξικοπήσαντας` 表示,指阿开亚人。尽管在当前从句中未明确点出,但根据历史背景(阿拉图斯率领阿开亚人占领阿克罗科林斯)和上下文,其主语显而易见。
  2. §2.45.4ὑπέλαβον, εἰ ... προεμβιβάσαιεν ... ῥᾳδίως ἂν καταγωνίσασθαι — 间接引语中的条件句。条件从句(eἰ 从句)使用希求语气 `προεμβιβάσαιεν`,而主句则由带 `ἂν` 的不定词 `καταγωνίσασθαι` 表示,依附于动词 `ὑπέλαβον`(认为),对应于直接引语中的潜在希求语气(`ἂν` 搭配希求语气)。
  3. §2.45.5ὃ δὴ καὶ ταχέως ἂν ἐκ τῶν κατὰ λόγον ἐπετέλεσαν, εἰ μὴ ... παρεῖδον — 过去虚拟条件句(与过去事实相反)。主句由直陈式过去时加 `ἂν`(`ἂν ... ἐπετέλεσαν`)构成,条件从句由 `εἰ` 加直陈式过去时否定(`εἰ μὴ ... παρεῖδον`)构成,表示在过去实际上并未发生的事实。
  4. §2.45.5διότι — 此处的 `διότι` 并非表示原因的“因为”,而是等同于引导名词从句的 `ὅτι`(即“……这件事”),作为分词 `συλλογισάμενοι`(考虑到)的宾格对象。
  5. §2.45.6οὐχ οἷον — `οὐχ οἷον ... ἀλλά (καί)` 这一惯用结构表示强烈的对比:“不仅没有……反而(甚至)……”,其功能类似于 `οὐχ ὅπως`。

引用这一段

波利比奥斯, 历史 §2.45.1-2.45.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.45.1-2.45.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。