Humanitext Reader

波利比奥斯 · 历史 §2.4.1-2.4.9

阿格隆之死与特乌塔女王继位

第 92 段,共 1311 段 · 希腊语

内容简介

梅迪翁人借用埃托利亚人的决议为其战利品刻写铭文,战败的埃托利亚人则给世人留下了关于战争与命运不可预测性的教训。伊利里亚国王阿格隆因过度庆祝病逝,继位的特乌塔女王放任海盗活动并派出大军对外扩张。

§2.4.1πλοῦν εἰς τὴν οἰκείαν.
回国之旅。
οἱ δὲ Μεδιώνιοι τετευχότες ἀνελπίστου σωτηρίας, ἁθροισθέντες εἰς τὴν ἐκκλησίαν ἐβουλεύοντο περί τε τῶν ἄλλων καὶ περὶ τῆς τῶν ὅπλων ἐπιγραφῆς.
而梅迪翁人得到了意想不到的拯救,聚集到公民大会中,商议了其他事务以及关于武器上铭文刻写的事宜。
§2.4.2ἔδοξεν οὖν αὐτοῖς κοινὴν ποιήσειν τὴν ἐπιγραφὴν ἀπό τε τοῦ τὴν ἀρχὴν τῶν Αἰτωλῶν ἔχοντος καὶ τῶν εἰς τὸ μέλλον προπορευομένων κατὰ τὸ τῶν Αἰτωλῶν δόγμα,
因此,他们决定按照埃托利亚人的决议,以当时担任埃托利亚将军职务的人以及未来即将出任该职的人的名义,进行共同的铭文刻写。
§2.4.3τῆς τύχης ὥσπερ ἐπίτηδες καὶ τοῖς ἄλλοις ἀνθρώποις ἐπὶ τῶν ἐκείνοις συμβαινόντων ἐνδεικνυμένης τὴν αὑτῆς δύναμιν.
这仿佛是命运故意通过发生在他们身上的遭遇,向其他人类展示其自身的力量。
§2.4.4ἃ γὰρ ὑπὸ τῶν ἐχθρῶν αὐτοὶ προσεδόκων ὅσον ἤδη πείσεσθαι, ταῦτα πράττειν αὐτοῖς ἐκείνοις παρέδωκεν ἐν πάνυ βραχεῖ χρόνῳ κατὰ τῶν πολεμίων.
因为,他们自己原本预期立刻就会遭受敌人施加的那些苦难,命运却在极短的时间内,让他们得以将同样的事情施加在那些敌人身上。
§2.4.5Αἰτωλοὶ δὲ τῇ παραδόξῳ χρησάμενοι συμφορᾷ πάντας ἐδίδαξαν μηδέποτε βουλεύεσθαι περὶ τοῦ μέλλοντος ὡς ἤδη γεγονότος, μηδὲ προκατελπίζειν βεβαιουμένους ὑπὲρ ὧν ἀκμὴν ἐνδεχόμενόν ἐστιν ἄλλως γενέσθαι, νέμειν δὲ μερίδα τῷ παραδόξῳ πανταχῇ μὲν ἀνθρώπους ὄντας, μάλιστα δʼ ἐν τοῖς πολεμικοῖς.
埃托利亚人遭受了这出乎意料的灾难,给所有人上了一课:绝不要把未来的事情当作已经发生的事情来讨论,也不要对那些仍有可能发生变化的事情抱有确定无疑的预先期待;作为人,应该在一切事物中——尤其是在战争中——为意外保留一席之地。
ὁ δὲ βασιλεὺς Ἄγρων, §2.4.6ἐπεὶ κατέπλευσαν οἱ λέμβοι, διακούσας τῶν ἡγεμόνων τὰ κατὰ τὸν κίνδυνον καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ δοκεῖν Αἰτωλοὺς τοὺς μέγιστον ἔχοντας τὸ φρόνημα νενικηκέναι, πρὸς μέθας καί τινας τοιαύτας ἄλλας εὐωχίας τραπεὶς ἐνέπεσεν εἰς πλευρῖτιν·
而阿格隆国王,在勒姆博斯船回港后,听取了指挥官们关于战斗经过的汇报,因似乎击败了那群最傲慢自负的埃托利亚人而狂喜不已,随之沉溺于纵酒及其他类似的狂欢之中,结果患上了肋膜炎。
ἐκ δὲ ταύτης ἐν ὀλίγαις ἡμέραις μετήλλαξε τὸν βίον.
在几天之内,他就因此离开了人世。
§2.4.7τὴν δὲ βασιλείαν ἡ γυνὴ Τεύτα διαδεξαμένη τὸν κατὰ μέρος χειρισμὸν τῶν πραγμάτων ἐποιεῖτο διὰ τῆς τῶν φίλων πίστεως.
他的妻子特乌塔继承了王位,通过忠诚的“之友”们来具体管理国家事务。
§2.4.8χρωμένη δὲ λογισμοῖς γυναικείοις καὶ πρὸς αὐτὸ τὸ γεγονὸς εὐτύχημα μόνον ἀποβλέπουσα, τῶν δʼ ἐκτὸς οὐδὲν περισκεπτομένη πρῶτον μὲν συνεχώρησε τοῖς κατʼ ἰδίαν πλέουσι λῄζεσθαι τοὺς ἐντυγχάνοντας, §2.4.9δεύτερον δʼ ἁθροίσασα στόλον καὶ δύναμιν οὐκ ἐλάττω τῆς πρότερον ἐξέπεμψε, πᾶσαν παραλίαν ἀποδείξασα πολεμίαν τοῖς ἡγουμένοις.
然而,她抱持着女性的浅薄想法,仅仅盯着眼前的成功,而不顾及任何外部局势,首先允许那些进行私人航行的人掠夺他们所遇到的任何人,其次,她召集了一支不亚于此前的舰队和军队,将其派出,并指示指挥官们将所有沿海地区都视为敌对领土。

词汇与语法注释

  1. §2.4.2κοινὴν ποιήσειν τὴν ἐπιγραφὴν ἀπό τε τοῦ τὴν ἀρχὴν τῶν Αἰτωλῶν ἔχοντος... — 这是一个极具讽刺意味的场景:胜利的梅迪翁人直接将埃托利亚人预先通过的决议应用于他们自己夺得的战利品上。在无人称动词 `ἔδοξεν`(决定)之后,将来不定式 `ποιήσειν` 表达了决意的行为。介词 `ἀπό` 表示来源或依据,在此处意为“以……之名”或“源自”。
  2. §2.4.5μηδέποτε βουλεύεσθαι περὶ τοῦ μέλλοντος... — 三个不定式短语 `μηδέποτε βουλεύεσθαι`、`μηδὲ προκατελπίζειν` 以及 `νέμειν δὲ` 呈并列关系,作为动词 `ἐδίδαξαν`(教会、昭示)的直接宾语。句子的主语是 `Αἰτωλοὶ`,表明他们通过自身的惨痛失败(`συμφορᾷ`)向所有人(`πάντας`)展示了普遍的教训。
  3. §2.4.8χρωμένη δὲ λογισμοῖς γυναικείοις — 带有转折小词 `δὲ` 的现在分词阴性单数主格 `χρωμένη` 承接前一节的主语 `ἡ γυνὴ Τεύτα`(特乌塔女王),作为主格补语(分词短语)说明她行动的动机与不理智决策的背景。随后的分词 `ἀποβλέπουσα` 和 `περισκεπτομένη` 亦处于相同结构中,修饰同一主语。

引用这一段

波利比奥斯, 历史 §2.4.1-2.4.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.4.1-2.4.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。