Humanitext Reader

波利比奥斯 · 历史 §2.27.1-2.27.8

阿蒂里乌斯的抵达与泰拉蒙制高点的争夺

第 115 段,共 1311 段 · 希腊语

内容简介

执政官盖乌斯·阿蒂里乌斯从撒丁岛抵达比萨并向罗马进军,在伊特鲁里亚的泰拉蒙附近发现凯尔特人,并试图占领山丘以与后方的卢基乌斯军队合围敌人。

§2.27.1κατὰ δὲ τοὺς καιροὺς τούτους ἐκ Σαρδόνος μετὰ τῶν στρατοπέδων Γάιος Ἀτίλιος ὕπατος εἰς Πίσας καταπεπλευκὼς προῆγε μετὰ τῆς δυνάμεως εἰς Ῥώμην, ἐναντίαν ποιούμενος τοῖς πολεμίοις τὴν πορείαν.
与此同时,执政官盖乌斯·阿蒂里乌斯率领军团从撒丁岛乘船抵达比萨上陆,并带领部队向罗马前进,其行军方向与敌人相反。
§2.27.2ἤδη δὲ περὶ Τελαμῶνα τῆς Τυρρηνίας τῶν Κελτῶν ὑπαρχόντων, οἱ προνομεύοντες ἐξ αὐτῶν ἐμπεσόντες εἰς τοὺς παρὰ τοῦ Γαΐου προπορευομένους ἑάλωσαν·
当凯尔特人已经到达伊特鲁里亚的泰拉蒙附近时,他们中负责搜寻粮草的先头部队遭遇了盖乌斯的先遣队并被俘虏。
§2.27.3καὶ τά τε προγεγονότα διεσάφουν ἀνακρινόμενοι τῷ στρατηγῷ καὶ τὴν παρουσίαν ἀμφοτέρων τῶν στρατοπέδων ἀνήγγελλον, σημαίνοντες διότι τελείως σύνεγγύς εἰσιν οἱ Κελτοὶ καὶ τούτων κατόπιν οἱ περὶ τὸν Λεύκιον.
经过审问,他们向将军说明了此前发生的事情,并报告了双方军队的临近,指出凯尔特人已经非常接近,而卢基乌斯及其军队则紧随其后。
§2.27.4ὁ δὲ τὰ μὲν ξενισθεὶς ἐπὶ τοῖς προσπίπτουσι, τὰ δʼ εὔελπις γενόμενος ἐπὶ τῷ δοκεῖν μέσους κατὰ πορείαν ἀπειληφέναι τοὺς Κελτούς, τοῖς μὲν χιλιάρχοις παρήγγειλε τάττειν τὰ στρατόπεδα καὶ βάδην εἰς τοὔμπροσθεν προάγειν, καθʼ ὅσον ἂν οἱ τόποι προσδέχωνται τὴν μετωπηδὸν ἔφοδον.
盖乌斯一方面对突如其来的消息感到震惊,另一方面又因似乎已将行军中的凯尔特人合围而抱有希望,于是命令军事看守整顿军团,在地形允许进行正面进攻的前提下,以步行速度向前推进。
§2.27.5αὐτὸς δὲ συνθεωρήσας εὐκαίρως λόφον κείμενον ὑπὲρ τὴν ὁδόν, ὑφʼ ὃν ἔδει παραπορευθῆναι τοὺς Κελτούς, ἀναλαβὼν τοὺς ἱππεῖς ὥρμησε σπεύδων προκαταλαβέσθαι τὴν ἀκρολοφίαν καὶ πρῶτος κατάρξαι τοῦ κινδύνου, πεπεισμένος τῆς ἐπιγραφῆς τῶν ἐκβαινόντων πλεῖστον οὕτω κληρονομήσειν.
他自己注意到道路上方有一处位置极佳的山丘,凯尔特人必须从其下方通过,便率领骑兵急行,力图抢先占领山顶并首先发起战斗,因为他深信这样就能在最终结果的名誉中占有最大的份额。
§2.27.6οἱ δὲ Κελτοὶ τὸ μὲν πρῶτον τὴν παρουσίαν τῶν περὶ τὸν Ἀτίλιον ἀγνοοῦντες, ἐκ δὲ τοῦ συμβαίνοντος ὑπολαμβάνοντες τοὺς περὶ τὸν Αἰμίλιον περιπεπορεῦσθαι τὴν νύκτα τοῖς ἱππεῦσι καὶ προκαταλαμβάνεσθαι τοὺς τόπους, εὐθέως ἐξαπέστελλον τοὺς παρʼ αὑτῶν ἱππεῖς καί τινας τῶν εὐζώνων, ἀντιποιησομένους τῶν κατὰ τὸν βουνὸν τόπων.
凯尔特人起初并不知道阿蒂里乌斯的到来,而从眼前发生的情况推测,是埃米利乌斯的军队在夜间率领骑兵绕道并抢先占领了该地,因此立即派出了他们自己的骑兵和一部分轻装兵,去争夺山丘上的位置。
§2.27.7ταχὺ δὲ συνέντες τὴν τοῦ Γαΐου παρουσίαν ἔκ τινος τῶν ἀχθέντων αἰχμαλώτων σπουδῇ παρενέβαλον τοὺς πεζούς, ποιούμενοι τὴν ἔκταξιν ἅμα πρὸς ἑκατέραν τὴν ἐπιφάνειαν, καὶ τὴν ἀπʼ οὐρᾶς καὶ τὴν κατὰ πρόσωπον·
但他们很快从被带进来的一名俘虏口中得知了盖乌斯的到来,便急忙部署步兵,同时向两个方向列阵,既针对后方,也针对前方。
§2.27.8οὓς μὲν γὰρ ᾔδεσαν ἑπομένους αὑτοῖς, οὓς δὲ κατὰ τὸ στόμα προσεδόκων ἀπαντήσειν, ἔκ τε τῶν προσαγγελλομένων τεκμαιρόμενοι καὶ τῶν
因为他们知道有一股敌人正在后面追赶,而另一股敌人则预计将在正面遭遇,这是他们根据报告以及从……推测出来的。

词汇与语法注释

  1. 2.27.1ἐναντίαν ποιούμενος τοῖς πολεμίοις τὴν πορείαν — 形容词 ἐναντίαν 与宾格名词 τὴν πορείαν 连用,作谓语性修饰,意为“使他的行军方向(与敌人)相反”。
  2. 2.27.4ἐπὶ τῷ δοκεῖν μέσους κατὰ πορείαν ἀπειληφέναι τοὺς Κελτούς — 前置词 ἐπί 连用带与格冠词的不定式 τῷ δοκεῖν 表示原因(“由于看似……”)。不定式 ἀπειληφέναι 的逻辑主语是罗马军队(由上下文补出),其直接宾语是 τοὺς Κελτούς,谓语性形容词 μέσους 表示“在中间(被夹击)”的状态。
  3. 2.27.5τῆς ἐπιγραφῆς τῶν ἐκβαινόντων πλεῖστον οὕτω κληρονομήσειν — 动词 κληρονόμησειν(κληρονομέω 的将来时不定式)以属格(τῆς ἐπιγραφῆς)表示所分享的事物,以宾格(πλεῖστον)表示所获得的份额。这里 ἐπιγραφή 字面意为“碑文”,比喻战斗的“功绩”或“荣誉”。
  4. 2.27.7ποιούμενος — 尽管主语“凯尔特人”(οἱ δὲ Κελτοί)是复数,但现在分词 ποιούμενος 却采用了单数形式(阳性单数主格)。这要么是一种“按意义一致(concordia ad sensum)”的构型(将凯尔特人视为一个单一的集体),要么是一种文本异读(部分版本作 ποιούμενοι)。

引用这一段

波利比奥斯, 历史 §2.27.1-2.27.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.27.1-2.27.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。