Humanitext Reader

波利比奥斯 · 历史 §2.15.1-2.15.10

波河流域的丰饶与阿尔卑斯周边诸部族

第 103 段,共 1311 段 · 希腊语

内容简介

作者描述了波河平原非凡的肥沃程度和食物的廉价,提及客栈按人头收费的习惯,并解释了居住在阿尔卑斯山两侧的各部落的地理分布及其名称来源。

§2.15.1τῶν μυρίων σταδίων.
……一万斯塔德。
περί γε μὴν τῆς ἀρετῆς οὐδʼ εἰπεῖν ῥᾴδιον.
至于该土地的肥沃程度,甚至不易用言语表达。
σίτου τε γὰρ τοσαύτην ἀφθονίαν ὑπάρχειν συμβαίνει κατὰ τοὺς τόπους ὥστʼ ἐν τοῖς καθʼ ἡμᾶς καιροῖς πολλάκις τεττάρων ὀβολῶν εἶναι τῶν πυρῶν τὸν Σικελικὸν μέδιμνον, τῶν δὲ κριθῶν δυεῖν, τοῦ δʼ οἴνου τὸν μετρητὴν ἰσόκριθον.
因为这些地方有如此丰饶的粮食,以至于在我们的时代,一西西里麦底姆诺斯的小麦常常只卖四个奥博尔,大麦卖两个奥博尔,而一麦特雷特斯的葡萄酒则与大麦等价。
§2.15.2ἐλύμου γε μὴν καὶ κέγχρου τελέως ὑπερβάλλουσα δαψίλεια γίνεται παρʼ αὐτοῖς.
此外,在他们那里,穄子和小米的产量也极其丰富。
τὸ δὲ τῶν βαλάνων πλῆθος τὸ γινόμενον ἐκ τῶν κατὰ διάστημα δρυμῶν ἐν τοῖς πεδίοις ἐκ τούτων ἄν τις μάλιστα τεκμήραιτο· §2.15.3πλείστων γὰρ ὑϊκῶν ἱερείων κοπτομένων ἐν Ἰταλίᾳ διά τε τὰς εἰς τοὺς ἰδίους βίους καὶ τὰς εἰς τὰ στρατόπεδα παραθέσεις, τὴν ὁλοσχερεστάτην χορηγίαν ἐκ τούτων συμβαίνει τῶν πεδίων αὐτοῖς ὑπάρχειν.
至于平原上散布的橡树林所产橡子的数量,人们最能从以下事实中推测出来:因为尽管在意大利有极多供宰杀的猪,既用于私人生活消费,也用于军队的给养,但这些平原为他们提供了最充足的供应。
§2.15.4περὶ δὲ τῆς κατὰ μέρος εὐωνίας καὶ δαψιλείας τῶν πρὸς τὴν τροφὴν ἀνηκόντων οὕτως ἄν τις ἀκριβέστατα κατανοήσειεν·
关于各种食物的具体便宜和丰足,人们可以通过以下方式最准确地了解。
§2.15.5ποιοῦνται γὰρ τὰς καταλύσεις οἱ διοδεύοντες τὴν χώραν ἐν τοῖς πανδοκείοις, οὐ συμφωνοῦντες περὶ τῶν κατὰ μέρος ἐπιτηδείων, ἀλλʼ ἐρωτῶντες πόσου τὸν ἄνδρα δέχεται.
因为在该地区旅居的人在客栈投宿时,并不就各项具体供给商定价格,而是询问接纳一个人要多少钱。
§2.15.6ὡς μὲν οὖν ἐπὶ τὸ πολὺ παρίενται τοὺς καταλύτας οἱ πανδοκεῖς, ὡς ἱκανὰ πάντʼ ἔχειν τὰ πρὸς τὴν χρείαν, ἡμιασσαρίου· τοῦτο δʼ ἔστι τέταρτον μέρος ὀβολοῦ· σπανίως δὲ τοῦθʼ ὑπερβαίνουσι.
绝大多数情况下,客栈老板会以半个阿萨里翁——这相当于四分之一个奥博尔——的价格放行旅客,并提供一切满足其需要的充足服务;他们极少超过这个价格。
§2.15.7τό γε μὴν πλῆθος τῶν ἀνδρῶν καὶ τὸ μέγεθος καὶ κάλλος τῶν σωμάτων, ἔτι δὲ τὴν ἐν τοῖς πολέμοις τόλμαν ἐξ αὐτῶν τῶν πράξεων σαφῶς ἔσται καταμαθεῖν.
至于人数之多、体格之大与美,以及他们在战争中的勇敢,从他们实际的事迹中可以清楚地看出。
τῶν δʼ Ἄλπεων ἑκατέρας τῆς πλευρᾶς, §2.15.8τῆς ἐπὶ τὸν Ῥοδανὸν ποταμὸν καὶ τῆς ἐπὶ τὰ προειρημένα πεδία νευούσης, τοὺς βουνώδεις καὶ γεώδεις τόπους κατοικοῦσι τοὺς μὲν ἐπὶ τὸν Ῥοδανὸν καὶ τὰς ἄρκτους ἐστραμμένους Γαλάται Τρανσαλπῖνοι προσαγορευόμενοι, τοὺς δʼ ἐπὶ τὰ πεδία Ταυρίσκοι καὶ Ἄγωνες καὶ πλείω γένη βαρβάρων ἕτερα.
现在,在阿尔卑斯山的两侧,即朝向罗讷河倾斜的一侧和朝向上述平原倾斜的一侧,其丘陵和土质肥沃的地区,在朝向罗讷河和北方的一侧由被称为“越阿尔卑斯山凯尔特人”的人居住,而在朝向平原的一侧由陶里斯科伊人、阿戈内斯人以及其他许多蛮族部落居住。
§2.15.9Τρανσαλπῖνοί γε μὴν οὐ διὰ τὴν τοῦ γένους, ἀλλὰ διὰ τὴν τοῦ τόπου διαφορὰν προσαγορεύονται·
他们被称为越阿尔卑斯山人,并非因为种族的不同,而是因为地点的不同。
τὸ γὰρ τρὰνς ἐξερμηνευόμενόν ἐστι πέραν, διὸ τοὺς ἐπέκεινα τῶν Ἄλπεων Τρανσαλπίνους καλοῦσι.
因为“trans”翻译出来就是“在……那一边”的意思,因此他们把阿尔卑斯山那一边的人称为越阿尔卑斯山人。
§2.15.10τὰ δʼ ἄκρα διά τε τὴν τραχύτητα καὶ τὸ πλῆθος τῆς ἐπι
而山顶地区由于险峻和其上……的密集,

词汇与语法注释

  1. 2.15.3πλείστων γὰρ ὑϊκῶν ἱερείων κοπτομένων — 表示原因或让步的属格独立结构(genitive absolute)。主句由依赖非人称动词 συμβαίνει 的“带对格的不定式”结构(τὴν ὁλοσχερεστάτην χορηγίαν... ὑπάρχειν)构成。
  2. 2.15.6ἡμιασσαρίου — 表示宿费的价格属格(genitive of price)。在“以半个阿萨里翁”放行旅客的语境中,表示动词 παρίενται 的代价或对价。
  3. 2.15.8ἑκατέρας τῆς πλευρᾶς — 从 §2.15.7 延续的 τῶν δʼ Ἄλπεων ἑκατέρας τῆς πλευρᾶς... νευούσης 构成属格独立结构(“阿尔卑斯山的两侧各自朝向……倾斜”)。随后的对格短语 τοὺς βουνώδεις καὶ γεώδεις τόπους 是及物动词 κατοικοῦσι 的直接宾语。

引用这一段

波利比奥斯, 历史 §2.15.1-2.15.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:2.15.1-2.15.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。