§18.9.1πάντων δὲ τῶν παρόντων δυσαρεστουμένων τῇ διαλύσει καὶ φασκόντων δεῖν τὸ κοινὸν ἐπίταγμα πρῶτον ποιεῖν — τοῦτο δʼ ἦν ἁπάσης ἐκχωρεῖν τῆς Ἑλλάδος — εἰ δὲ μή, διότι τὰ κατὰ μέρος μάταια γίνεται καὶ πρὸς οὐδέν, §18.9.2θεωρῶν ὁ Φίλιππος τὴν ἐν αὐτοῖς ἀμφισβήτησιν καὶ δεδιὼς ἅμα τὰς κατηγορίας, ἠξίου τὸν Τίτον ὑπερθέσθαι τὴν σύνοδον εἰς τὴν αὔριον διὰ τὸ καὶ τὴν ὥραν εἰς ὀψὲ συγκλείειν· ἢ γὰρ πείσειν ἢ πεισθήσεσθαι τοῖς παρακαλουμένοις.
当时在场的所有人都对和解感到不满,并坚称应当首先履行共同的要求——即撤出整个希腊——否则,局部妥协将变得毫无意义、徒劳无功;腓力看到他们之间的分歧,同时又害怕指控,因此由于时间已晚,便请求提图斯将会议推迟到第二天;因为他说,他要么说服对方,要么被对方的要求所说服。
§18.9.3τοῦ δὲ συγχωρήσαντος, ταξάμενοι συμπορεύεσθαι πρὸς τὸν κατὰ Θρόνιον αἰγιαλόν, τότε μὲν ἐχωρίσθησαν, τῇ δʼ ὑστεραίᾳ πάντες ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ.
在提图斯同意后,他们约定一同前往斯罗尼翁附近的海岸,当时便散去了。 第二天,所有人都在约定时间到达了指定的地点。
§18.9.4καὶ βραχέα διαλεχθεὶς ὁ Φίλιππος ἠξίου πάντας, μάλιστα δὲ τὸν Τίτον, μὴ διακόψαι τὴν διάλυσιν, τῶν γε δὴ πλείστων εἰς συμβατικὴν διάθεσιν ἠγμένων, §18.9.5ἀλλʼ εἰ μὲν ἐνδέχεται διʼ αὑτῶν συμφώνους γενέσθαι περὶ τῶν ἀντιλεγομένων· εἰ δὲ μή, πρεσβεύσειν ἔφη πρὸς τὴν σύγκλητον, κἀκείνην πείσειν περὶ τῶν ἀμφισβητουμένων, ἢ ποιήσειν ὅ, τι ποτʼ ἂν ἐπιτάττῃ.
腓力简短地说了几句,请求所有人,特别是提图斯,不要中断和谈,因为大部分问题确实已经达成了妥协的倾向;也就是说,如果可能的话,他们自己之间应该就争端达成一致;否则,他说他将向元老院派遣使节,就争端说服他们,或者服从元老院可能下达的任何命令。
§18.9.6ταῦτα δʼ αὐτοῦ προτείνοντος, οἱ μὲν ἄλλοι πάντες ἔφασαν δεῖν πράττειν τὰ τοῦ πολέμου καὶ μὴ προσέχειν τοῖς ἀξιουμένοις.
当他提出这一提议时,其他所有人均表示应当继续进行战争,而不应理会他的要求。
§18.9.7ὁ δὲ τῶν Ῥωμαίων στρατηγὸς οὐκ ἀγνοεῖν μὲν οὐδʼ αὐτὸς ἔφη διότι τὸν Φίλιππον οὐκ εἰκός ἐστι ποιῆσαι τῶν παρακαλουμένων οὐδέν· §18.9.8τῷ δʼ ἁπλῶς μηδὲν ἐμποδίζειν τὰς σφετέρας πράξεις τὴν αἰτουμένην χάριν ὑπὸ τοῦ βασιλέως ἐκποιεῖν ἔφη χαρίζεσθαι.
但罗马将军表示,他自己并非不知道腓力不可能履行任何要求;但是,他说,由于国王所请求的恩惠完全不会妨碍他们自己的行动,因此给予这一恩惠是完全可行的。
§18.9.9κυρωθῆναι μὲν γὰρ οὐδʼ ὣς εἶναι δυνατὸν οὐδὲν τῶν νῦν λεγομένων ἄνευ τῆς συγκλήτου, πρὸς δὲ τὸ λαβεῖν πεῖραν τῆς ἐκείνων γνώμης εὐφυῶς ἔχειν τὸν ἐπιφερόμενον καιρόν· §18.9.10τῶν γὰρ στρατοπέδων οὐδʼ ὣς δυναμένων οὐδὲν πράττειν διὰ τὸν χειμῶνα, τοῦτον ἀποθέσθαι τὸν χρόνον εἰς τὸ προσανενεγκεῖν τῇ συγκλήτῳ περὶ τῶν προσπιπτόντων, οὐκ ἄθετον, ἀλλʼ οἰκεῖον εἶναι πᾶσι.
因为在没有元老院的情况下,目前所说的一切在任何情况下都无法得到批准,而即将到来的时间正好适合用来测试元老院的意向;因为由于冬季,军队无论如何都无法采取行动,所以留出这段时间向元老院呈报目前发生的事情,并非不合时宜,而是对所有人来说都十分便利。