§18.7.1ταῦτα δὲ διαλεχθεὶς πρὸς τοὺς ἄλλους ἤρετο τὸν Τίτον, φήσας πρὸς ἐκεῖνον αὑτῷ τὸν λόγον εἶναι καὶ πρὸς Ῥωμαίους, πότερον οἴεται δεῖν ἐκχωρεῖν ὧν ἐπέκτηται πόλεων καὶ τόπων ἐν τοῖς Ἕλλησιν, ἢ καὶ τούτων ὅσα παρὰ τῶν γονέων παρείληφε.
与其他人在结束这番交谈后,他询问提图斯,并称他的话是对他及罗马人说的,即提图斯是否认为他应当撤出他在希腊人中所占领的城市和地区,还是连同那些从祖先那里继承来的也应当撤出。
§18.7.2τοῦ δʼ ἀποσιωπήσαντος ἐκ χειρὸς ἀπαντᾶν οἷοί τʼ ἦσαν ὁ μὲν Ἀρίσταινος ὑπὲρ τῶν Ἀχαιῶν, ὁ δὲ Φαινέας ὑπὲρ τῶν Αἰτωλῶν.
当提图斯保持沉默时,代表阿哈伊亚人的阿里斯泰诺斯和代表埃托利亚人的派内阿斯立刻能够予以反驳。
§18.7.3ἤδη δὲ τῆς ὥρας συγκλειούσης ὁ μὲν τούτων λόγος ἐκωλύθη διὰ τὸν καιρόν, ὁ δὲ Φίλιππος ἠξίου γράψαντας αὑτῷ δοῦναι πάντας ἐφʼ οἷς δεήσει γίνεσθαι τὴν εἰρήνην· μόνος γὰρ ὢν οὐκ ἔχειν μεθʼ ὧν βουλεύηται· §18.7.4διὸ θέλειν αὑτῷ λόγον δοῦναι περὶ τῶν ἐπιταττομένων.
由于时间已经很晚,他们的争辩因时间的限制而中止,而腓力则请求所有人将必须达成和平的条件写下来交给他;因为他说自己孤身一人,没有可以共同商议的人;因此,他希望给他时间来考虑这些要求。
§18.7.5ὁ δὲ Τίτος οὐκ ἀηδῶς μὲν ἤκουε τοῦ Φιλίππου χλευάζοντος· μὴ βουλόμενος δὲ τοῖς ἄλλοις [μὴ] δοκεῖν ἀντεπέσκωψε τὸν Φίλιππον εἰπὼν οὕτως· " §18.7.6εἰκότωσ" ἔφη "Φίλιππε, μόνος εἶ νῦν· τοὺς γὰρ φίλους τοὺς τὰ κράτιστά σοι συμβουλεύσοντας ἀπώλεσας ἅπαντασ".
提图斯听着腓力的嘲讽,并不觉得反感;但由于他不想让其他人觉得他(被腓力难倒),便回敬了腓力,这样说道: “腓力,你现在孤身一人是理所当然的;因为你把那些本可以给你提供最好建议的朋友们全都除掉了。
ὁ δὲ Μακεδὼν ὑπομειδιάσας σαρδάνιον ἀπεσιώπησε.
”这位马其顿王苦笑了一下,便保持了沉默。
καὶ τότε μὲν ἅπαντες, §18.7.7ἐγγράπτους δόντες τῷ Φιλίππῳ τὰς ἑαυτῶν προαιρέσεις ἀκολούθως τοῖς προειρημένοις, ἐχωρίσθησαν, ταξάμενοι κατὰ τὴν ἐπιοῦσαν εἰς Νίκαιαν πάλιν ἀπαντήσειν· §18.7.8τῇ δʼ αὔριον οἱ μὲν περὶ τὸν Τίτον ἧκον ἐπὶ τὸν ταχθέντα τόπον ἐν ὥρᾳ πάντες [ἦσαν], ὁ δὲ Φίλιππος οὐ παρεγίνετο.
而在那时,所有人,按照之前所说,将他们自己的要求以书面形式递交给腓力后便散去了,并约定次日在尼克亚再次会面;次日,提图斯身边的人都按时到达了约定的地点,而腓力却没有出现。