Humanitext Reader

波利比奥斯 · 历史 §18.6.1-18.6.8

腓力对罗得斯、阿塔罗斯及阿哈伊亚人的回应

第 895 段,共 1311 段 · 希腊语

内容简介

腓力五世对罗得斯人和阿塔罗斯表达了不满,但仍应提图斯的要求同意归还佩赖亚、船只及幸存人员,并针对被毁神庙提出了略带讽刺的补偿方案。随后他转向阿哈伊亚人,指责其背叛行为,但表示将归还阿哥斯并就科林斯进行商议。

§18.6.1τοῦ δὲ Τίτου γελάσαντος "ἀλλὰ δὴ πρὸς μὲν Αἰτωλοὺς ἀρκείτω μοι ταῦτʼ" ἔφη· "πρὸς δὲ Ῥοδίους καὶ πρὸς Ἄτταλον ἐν μὲν ἴσῳ κριτῇ δικαιότερον ἂν νομισθείη τούτους ἡμῖν ἀποδιδόναι τὰς αἰχμαλώτους ναῦς καὶ τοὺς ἄνδρας ἤπερ ἡμᾶς τούτοις· §18.6.2οὐ γὰρ ἡμεῖς Ἀττάλῳ πρότεροι καὶ Ῥοδίοις τὰς χεῖρας ἐπεβάλομεν, οὗτοι δʼ ἡμῖν ὁμολογουμένως.
当提图斯发笑时,“好吧,对于埃托利亚人,这些话对我来说就足够了,”他说,“但对于罗得斯人和阿塔罗斯,在公正的裁判官面前,比起我们向他们归还,他们向我们归还被俘的船只和人员,将被认为是更为合理的;因为并非我们先对阿塔罗斯和罗得斯人动手,而是他们公然先对我们动手的。
§18.6.3οὐ μὴν ἀλλὰ σοῦ κελεύοντος Ῥοδίοις μὲν ἀποδίδωμι τὴν Περαίαν, Ἀττάλῳ δὲ τὰς ναῦς καὶ τοὺς ἄνδρας τοὺς διασῳζομένους.
然而,既然你如此要求,我便向罗得斯人归还佩赖亚,向阿塔罗斯归还船只以及幸存的人员。
§18.6.4τὴν δὲ τοῦ Νικηφορίου καταφθορὰν καὶ τοῦ τῆς Ἀφροδίτης τεμένους ἄλλως μὲν οὐκ εἰμὶ δυνατὸς ἀποκαταστῆσαι, φυτὰ δὲ καὶ κηπουροὺς πέμψω τοὺς φροντιοῦντας θεραπείας τοῦ τόπου καὶ τῆς αὐξήσεως τῶν ἐκκοπέντων δένδρων" §18.6.5.
至于尼克福里翁神庙和阿佛洛狄忒圣域的毁坏,我无法以其他方式恢复原状,但我将派遣植物和园丁,由他们负责照料该地并培育那些被砍伐的树木成长。
πάλιν δὲ τοῦ Τίτου γελάσαντος ἐπὶ τῷ χλευασμῷ, μεταβὰς ὁ Φίλιππος ἐπὶ τοὺς Ἀχαιοὺς πρῶτον μὲν τὰς εὐεργεσίας ἐξηριθμήσατο τὰς ἐξ Ἀντιγόνου γεγενημένας εἰς αὐτούς, εἶτα τὰς ἰδίας· §18.6.6ἑξῆς δὲ τούτοις προηνέγκατο τὸ μέγεθος τῶν τιμῶν τῶν ἀπηντημένων αὐτοῖς παρὰ τῶν Ἀχαιῶν.
” 当提图斯对这番嘲弄再次发笑时,腓力将话题转向阿哈伊亚人,首先列举了安提柯对他们所施予的恩惠,接着列举了他自己的恩惠;随后,他指出了阿哈伊亚人回报给他们的荣誉之重大。
§18.6.7τελευταῖον δʼ ἀνέγνω τὸ περὶ τῆς ἀποστάσεως ψήφισμα καὶ τῆς πρὸς Ῥωμαίους μεταθέσεως, ᾗ χρησάμενος ἀφορμῇ πολλὰ κατὰ τῶν Ἀχαιῶν εἰς ἀθεσίαν εἶπε καὶ ἀχαριστίαν.
最后,他宣读了关于他们背叛并转投罗马人的决议,并以此为契机,发表了许多谴责阿哈伊亚人背信弃义和忘恩负义的言论。
§18.6.8ὅμως δʼ ἔφη τὸ μὲν Ἄργος ἀποδώσειν, περὶ δὲ τοῦ Κορίνθου βουλεύσεσθαι μετὰ τοῦ Τίτου.
不过,他表示自己将归还阿哥斯,但关于科林斯,他将与提图斯共同商议。

词汇与语法注释

  1. 18.6.1ἐν μὲν ἴσῳ κριτῇ — 介词 ἐν 伴随与格,在此表示“在……的法庭上”或“以……为判定标准”,带有“如果是在公正的裁判官面前(由其判定)”这一条件性色彩。
  2. 18.6.1τούτους ἡμῖν ἀποδιδόναι τὰς αἰχμαλώτους ναῦς καὶ τοὺς ἄνδρας ἤπερ ἡμᾶς τούτοις — 这是一个带不定式结构,在比较级后通过 ἤπερ 进行并列。前半句中的 τούτους 指代罗得斯人和阿塔罗斯,ἡμῖν 指代腓力一方;后半句中的 ἡμᾶς 指代腓力一方,τούτοις 指代罗得斯人和阿塔罗斯。必须理清其对称的指代关系。
  3. 18.6.4τοὺς φροντιοῦντας — 动词 φροντίζω 的将来时主动分词阳性复数宾格,修饰先行词 κηπουρούς。在此将来时分词表示目的或意图,意为“为了照料……(而派遣的)”。

引用这一段

波利比奥斯, 历史 §18.6.1-18.6.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.6.1-18.6.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。