Humanitext Reader

波利比奥斯 · 历史 §18.5.1-18.5.9

菲利普对埃托利亚掠夺习俗与撤军要求的反驳

第 894 段,共 1311 段 · 希腊语

内容简介

菲利普向提图斯解释了埃托利亚人任意掠夺的习俗,并指责埃托利亚人要求马其顿人撤出希腊的主张纯属无理。

§18.5.1τοῦ δὲ Τίτου θαυμάσαντος τί τοῦτʼ ἐστίν, ὁ βασιλεὺς ἐπειρᾶτο διασαφεῖν αὐτῷ, λέγων ὅτι τοῖς Αἰτωλοῖς ἔθος ὑπάρχει μὴ μόνον πρὸς οὓς ἂν αὐτοὶ πολεμῶσι, τούτους αὐτοὺς ἄγειν καὶ τὴν τούτων χώραν, §18.5.2ἀλλὰ κἂν ἕτεροί τινες πολεμῶσι πρὸς ἀλλήλους, ὄντες Αἰτωλῶν φίλοι καὶ σύμμαχοι, μηδὲν ἧττον ἐξεῖναι τοῖς Αἰτωλοῖς ἄνευ κοινοῦ δόγματος καὶ παραβοηθεῖν ἀμφοτέροις τοῖς πολεμοῦσι καὶ τὴν χώραν ἄγειν τὴν ἀμφοτέρων, §18.5.3ὥστε παρὰ μὲν τοῖς Αἰτωλοῖς μήτε φιλίας ὅρους ὑπάρχειν μήτʼ ἔχθρας, ἀλλὰ πᾶσι τοῖς ἀμφισβητοῦσι περί τινος ἑτοίμους ἐχθροὺς εἶναι τούτους καὶ πολεμίους.
当提图斯对这是什么意思感到诧异时,国王试图向他解释清楚,说埃托利亚人有一个习惯,不仅要掠夺他们自己与之交战的人并夺取其领土,而且即使是其他某些相互交战的人,尽管他们是埃托利亚人的朋友和同盟者,埃托利亚人依然在没有任何公共决议的情况下,既可以协助交战的双方面,也可以掠夺双方的领土,以至于在埃托利亚人那里,既没有友谊的界限,也没有敌意的界限,而是对于所有在某事上产生争端的人,他们都随时准备成为其敌人和交战对手。
" §18.5.4πόθεν οὖν ἔξεστι τούτοις ἐγκαλεῖν νῦν, εἰ φίλος ὑπάρχων Αἰτωλοῖς ἐγώ, Προυσίου δὲ σύμμαχος, ἔπραξά τι κατὰ Κιανῶν, βοηθῶν τοῖς αὑτοῦ συμμάχοις;
那么,如果我作为埃托利亚人的朋友、同时又是普鲁西阿斯的同盟者,在协助自己的同盟国时对基亚诺斯人采取了行动,他们现在又凭什么有权指责我呢?
§18.5.5τὸ δὲ δὴ πάντων δεινότατον, οἱ ποιοῦντες ἑαυτοὺς ἐφαμίλλους Ῥωμαίοις καὶ κελεύοντες ἐκχωρεῖν Μακεδόνας ἁπάσης τῆς Ἑλλάδος·
而最恶劣的事情莫过于,他们竟使自己与罗马人平起平坐,并命令马其顿人从整个希腊撤军。
§18.5.6τοῦτο γὰρ ἀναφθέγξασθαι καὶ καθόλου μέν ἐστιν ὑπερήφανον, οὐ μὴν ἀλλὰ Ῥωμαίων μὲν λεγόντων ἀνεκτόν, Αἰτωλῶν δʼ οὐκ ἀνεκτόν·
因为说出这样的话总体上是极其傲慢的,尽管如果由罗马人说出来还可以容忍,但由埃托利亚人说出来则是无法容忍的。
ποίας δὲ κελεύετέ με" §18.5.7φησὶν" §18.5.8ἐκχωρεῖν Ἑλλάδος καὶ πῶς ἀφορίζετε ταύτην;
“你们命令我从什么样的” 他说, “希腊退出,你们又如何界定它?
αὐτῶν γὰρ Αἰτωλῶν οὐκ εἰσὶν Ἕλληνες οἱ πλείους· τὸ γὰρ τῶν Ἀγραῶν ἔθνος καὶ τὸ τῶν Ἀποδωτῶν, ἔτι δὲ τῶν Ἀμφιλόχων, οὐκ ἔστιν Ἑλλάς.
因为埃托利亚人自己大半都不是希腊人;阿格拉奥斯人的部族、阿波多托斯人的部族,以及阿姆菲洛科斯人的部族,都不是希腊。
§18.5.9ἢ τούτων μὲν παραχωρεῖτέ μοι;
还是说,你们要把这些地方让给我?
"

词汇与语法注释

  1. §18.5.1ἄγειν — 此处的 ἄγειν 延续了前一节(18.4.8)中“夺取掠夺物(ἄγειν λάφυρον)”的语境,意为“掠夺”或“夺取”,而非单纯的“带领”。
  2. §18.5.5τὸ δὲ δὴ πάντων δεινότατον — 结构上独立的虚词中性宾格(或主格)短语,意为“而最可怕/惊人的是”,用以引导随后的主格分词从句(οἱ ποιοῦντες...)。
  3. §18.5.7φησὶν — 插入语动词,标志着从间接引语(18.5.1-6前半部分)向直接引用菲利普原话的直接引语(18.5.6后半部分-9)的过渡。它被插入在相互一致的形容词 ποίας(什么样的)和名词 Ἑλλάδος(希腊)之间。

引用这一段

波利比奥斯, 历史 §18.5.1-18.5.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.5.1-18.5.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。