§18.55.1ἀπέλυσεν ὁ βασιλεὺς μετὰ τῶν ὑπαρχόντων.
国王将他们连同其财产一并释放。
Σκόπα δὲ καὶ ζῶντος μὲν ἐπίσημος ἦν ἡ φιλαργυρία — πολὺ γὰρ δή τι τοὺς ἄλλους ἀνθρώπους ὑπερέθετο κατὰ τὴν πλεονεξίαν — ἀποθανόντος δὲ καὶ μᾶλλον ἐγενήθη διὰ τοῦ πλήθους τοῦ χρυσίου καὶ τῆς κατασκευῆς τῆς εὑρημένης παρʼ αὐτῷ.
至于斯科帕斯,他的贪婪在生前就已声名狼藉——因为他在贪欲上确实远超常人——而在他死后,由于在他处发现的大量金银和陈设,他的贪欲变得更加昭著。
§18.55.2λαβὼν γὰρ συνεργὸν τὴν ἀγριότητα τὴν Χαριμόρτου καὶ τὴν μέθην, ἄρδην ἐξετοιχωρύχησε τὴν βασιλείαν.
因为他以哈里莫托斯的残忍和酗酒为帮凶,彻底洗劫了王国。
§18.55.3ἐπειδὴ δὲ τὰ κατὰ τοὺς Αἰτωλοὺς ἔθεντο καλῶς οἱ περὶ τὴν αὐλήν, εὐθέως ἐγίνοντο περὶ τὸ ποιεῖν Ἀνακλητήρια τοῦ βασιλέως, οὐδέπω μὲν τῆς ἡλικίας κατεπειγούσης, νομίζοντες δὲ λήψεσθαί τινα τὰ πράγματα κατάστασιν καὶ πάλιν ἀρχὴν τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς, δόξαντος αὐτοκράτορος ἤδη γεγονέναι τοῦ βασιλέως.
当宫廷臣仆妥善处理了阿托利亚人的事务后,他们便立即着手筹备国王的“成人礼”,尽管当时国王的年龄尚未迫切需要,但他们认为,一旦国王被视为已成为亲政的独立君主,国事就会获得某种稳定,并能重新开始向好的方向发展。
§18.55.4χρησάμενοι δὲ ταῖς παρασκευαῖς μεγαλομερῶς, ἐπετέλουν τὴν πρᾶξιν ἀξίως τοῦ τῆς βασιλείας προσχήματος, πλεῖστα Πολυκράτους δοκοῦντος εἰς τὴν ἐπιβολὴν ταύτην αὐτοῖς συνηργηκέναι.
他们进行了极其奢华的准备,并以配得上王国尊严的方式举行了仪式,人们认为波利克拉特斯在这次行动中给他们提供了最大的协助。
§18.55.5ὁ γὰρ προειρημένος ἀνὴρ καὶ κατὰ τὸν πατέρα μὲν ἔτι νέος ὢν οὐδενὸς ἐδόκει τῶν περὶ τὴν αὐλὴν δευτερεύειν οὔτε κατὰ τὴν πίστιν οὔτε κατὰ τὰς πράξεις, ὁμοίως δὲ κατὰ τὸν ἐνεστῶτα βασιλέα.
因为前述那个人,在当今国王之父的时代,虽然还年轻,但在忠诚和行动力上已被认为不亚于宫廷中的任何人,在当今国王的时代也是如此。
§18.55.6πιστευθεὶς γὰρ τῆς Κύπρου καὶ τῶν ἐν ταύτῃ προσόδων ἐν καιροῖς ἐπισφαλέσι καὶ ποικίλοις, οὐ μόνον διεφύλαξε τῷ παιδὶ τὴν νῆσον, ἀλλὰ καὶ πλῆθος ἱκανὸν ἥθροισε χρημάτων, ἃ τότε παραγεγόνει κομίζων τῷ βασιλεῖ, παραδεδωκὼς τὴν ἀρχὴν τῆς Κύπρου Πτολεμαίῳ τῷ Μεγαλοπολίτῃ.
因为在局势动荡多变的时期,他被委以塞浦路斯及其税收的重任,不仅为幼主保全了该岛,还聚敛了充足的资金,当时他已将塞浦路斯的管辖权移交给梅加洛波利斯的普托莱美,并带着这些资金前来进献给国王。
§18.55.7τυχὼν δὲ διὰ ταῦτα μεγάλης ἀποδοχῆς καὶ περιουσίας ἐν τοῖς ἑξῆς χρόνοις, μετὰ ταῦτα προβαινούσης τῆς ἡλικίας ὁλοσχερῶς εἰς ἀσέλγειαν ἐξώκειλε καὶ βίον ἀσυρῆ.
因此,他在随后的时期里获得了极大的器重和财富,但此后,随着年龄的增长,他完全坠入了放荡和庸俗的生活。
§18.55.8παραπλησίαν δέ τινα τούτῳ φήμην ἐκληρονόμησεν ἐπὶ γήρως καὶ Πτολεμαῖος ὁ Ἀγησάρχου.
阿格萨科斯之子普托莱美在晚年也承受了与此相似的名声。
§18.55.9περὶ ὧν, ὅταν ἐπὶ τοὺς καιροὺς ἔλθωμεν, οὐκ ὀκνήσομεν διασαφεῖν τὰ παρακολουθήσαντα ταῖς ἐξουσίαις αὐτῶν ἀπρεπῆ.
关于他们,当我们写到那个时期时,我们将毫不犹豫地阐明伴随他们权力而来的那些不体面的行径。