Humanitext Reader

波利比奥斯 · 历史 §18.53.1-18.53.11

斯科帕斯阴谋的败露与被捕

第 943 段,共 1311 段 · 希腊语

内容简介

描述了斯科帕斯在埃及的阴谋因缺乏决断力而被阿里斯托梅内斯等人先发制人,并与克莱奥梅涅斯三世进行对比,最终其住宅被围并被逮捕的过程。

§18.53.1τῶν γὰρ παραβόλων καὶ καλῶν ἔργων ἐφίενται μὲν πολλοί, τολμῶσι δʼ ὀλίγοι ψαύειν.
因为渴望冒险和高尚事业的人虽多,但敢于付诸行动的人却很少。
§18.53.2καίτοι πολὺ καλλίους ἀφορμὰς εἶχε Σκόπας Κλεομένους πρὸς τὸ παραβάλλεσθαι καὶ τολμᾶν.
然而,就冒险和决断而言,斯科帕斯比克莱奥梅涅斯拥有好得多的基础和条件。
§18.53.3ἐκεῖνος μὲν γὰρ προκαταληφθεὶς εἰς αὐτὰς συνεκλείσθη τὰς ἐν τοῖς ἰδίοις οἰκέταις καὶ φίλοις ἐλπίδας· ἀλλʼ ὅμως οὐδὲ ταύτας ἐγκατέλιπεν, ἀλλʼ ἐφʼ ὅσον ἦν δυνατὸς ἐξήλεγξε, τὸ καλῶς ἀποθανεῖν τοῦ ζῆν αἰσχρῶς περὶ πλείονος ποιησάμενος.
因为后者在被占先机后,只能将希望寄托在自己的仆人和朋友身上;但尽管如此,他也没有放弃这些希望,而是尽其所能付诸尝试,将光荣地死看得比耻辱地活着更为重要。
§18.53.4Σκόπας δέ, καὶ χεῖρα βαρεῖαν ἔχων συνεργὸν καὶ καιρόν, ἅτε τοῦ βασιλέως ἔτι παιδὸς ὄντος, μέλλων καὶ βουλευόμενος προκατελήφθη.
相比之下,斯科帕斯虽然拥有一支强大的军队作为助手,又逢国王尚幼这一良机,却在犹豫和策划中被占了先机。
§18.53.5γνόντες γὰρ αὐτὸν οἱ περὶ τὸν Ἀριστομένην συναθροίζοντα τοὺς φίλους εἰς τὴν ἰδίαν οἰκίαν καὶ συνεδρεύοντα μετὰ τούτων, πέμψαντές τινας τῶν ὑπασπιστῶν ἐκάλουν εἰς τὸ συνέδριον.
阿里斯托梅内斯及其随行人员得知他正在自己家中召集朋友并与他们共谋后,便派去几名卫兵,召他前往评议会。
§18.53.6ὁ δʼ οὕτως παρειστήκει τῶν φρενῶν ὡς οὔτε πράττειν ἐτόλμα τῶν ἑξῆς οὐδὲν οὔτε καλούμενος ὑπὸ τοῦ βασιλέως οἷός τʼ ἦν πειθαρχεῖν, ὃ πάντων ἐστὶν ἔσχατον,
但他竟如此惊慌失措,以至于既不敢采取任何后续行动,在受到国王召唤时也无法服从,这是所有愚蠢中最致命的一步。
§18.53.7ἕως οἱ περὶ τὸν Ἀριστομένην γνόντες αὐτοῦ τὴν ἀλογίαν τοὺς μὲν στρατιώτας καὶ τὰ θηρία περιέστησαν περὶ τὴν οἰκίαν, §18.53.8Πτολεμαῖον δὲ τὸν Εὐμένους πέμψαντες μετὰ νεανίσκων ἄγειν αὐτὸν ἐκέλευον, ἐὰν μὲν ἑκὼν βούληται πειθαρχεῖν, εἰ δὲ μή, μετὰ βίας.
最终,阿里斯托梅内斯及其随行人员看穿了他的不知所措,便派士兵和战象将他的房子包围起来,并派遣欧墨尼斯之子托勒密带领一些青年,命令他:如果斯科帕斯愿意主动服从,就将他带来;如果不愿意,就用武力。
§18.53.9τοῦ δὲ Πτολεμαίου παρεισελθόντος εἰς τὴν οἰκίαν καὶ δηλοῦντος ὅτι καλεῖ Σκόπαν ὁ βασιλεύς, τὰς μὲν ἀρχὰς οὐ προσεῖχε τοῖς λεγομένοις, ἀλλὰ καὶ βλέπων εἰς τὸν Πτολεμαῖον ἀτενὲς ἔμενε καὶ πλείω χρόνον ὡς ἂν εἰ προσανατεινόμενος αὐτῷ καὶ θαυμάζων τὴν τόλμαν.
当托勒密进入屋内并表明国王召唤斯科帕斯时,斯科帕斯起初对这些话毫不理会,只是目不转睛地盯着托勒密,站了很久,仿佛是要威吓他,又仿佛是惊讶于他的胆量。
§18.53.10ὡς δʼ ἐπελθὼν ὁ Πτολεμαῖος θρασέως ἐπελάβετο τῆς χλαμύδος αὐτοῦ, τότε βοηθεῖν ἠξίου τοὺς παρόντας.
直到托勒密走上前去,大胆地抓住他的斗篷,他才请求在场的人帮助他。
§18.53.11ὄντων δὲ καὶ τῶν εἰσελθόντων νεανίσκων πλειόνων καὶ τὴν ἔξω περίστασιν διασαφήσαντός τινος, συνείξας τοῖς παροῦσιν ἠκολούθει μετὰ τῶν φίλων.
但由于进入屋内的青年人数众多,且有人说明了外面已被包围的情况,他便向眼前的局势妥协,随朋友们一同前往。

词汇与语法注释

  1. 18.53.2Κλεομένους — 专有名词 Κλεομένης (克莱奥梅涅斯)的单数属格形式。它是由比较级形容词 καλλίους (更好、更有利的)所引导的比较属格。
  2. 18.53.6παρεστήκει τῶν φρενῶν — 动词 παρίστημι 的主动过去完成时作不及物使用,与表示分离的属格 τῶν φρενῶν (理性、神智)连用,构成意为“丧失理智”、“惊慌失措”的惯用表达。
  3. 18.53.9ὡς ἂν εἰ προσανατεινόμενος — 连词短语 ὡς 批 ἂν εἰ 后接现在分词 προσανατεινόμενος (威胁、伸出手威吓),表示含有虚拟语气的比喻(“仿佛他正在威胁一样”)。

引用这一段

波利比奥斯, 历史 §18.53.1-18.53.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.53.1-18.53.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。