§18.50.1Πτολεμαίου.
托勒密的。
κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἧκον καὶ τῶν δέκα Πόπλιος μὲν Λέντλος ἐκ Βαργυλίων, Λεύκιος δὲ Τερέντιος καὶ Πόπλιος Οὐίλλιος ἐκ Θάσου.
与此同时,十人委员会中,普布利乌斯·伦图卢斯自巴尔居利亚抵达,卢基乌斯·特伦提乌斯与普布利乌斯·维利乌斯自萨索斯抵达。
§18.50.2ταχὺ δὲ τῷ βασιλεῖ διασαφηθείσης τῆς τούτων παρουσίας, πάντες ἐν ὀλίγαις ἡμέραις ἡθροίσθησαν εἰς τὴν Λυσιμάχειαν.
当他们的到来迅速被呈报给国王后,所有人都在几天之内聚集到了吕西马基亚。
§18.50.3συνεκύρησαν δὲ καὶ οἱ περὶ τὸν Ἡγησιάνακτα καὶ Λυσίαν οἱ πρὸς τὸν Τίτον ἀποσταλέντες εἰς τὸν καιρὸν τοῦτον.
而此前被派往提图斯那里的赫格西亚纳克斯与吕西亚斯一行人,也恰在此刻抵达。
§18.50.4αἱ μὲν οὖν κατʼ ἰδίαν ἐντεύξεις τοῦ τε βασιλέως καὶ τῶν Ῥωμαίων τελέως ἦσαν ἀφελεῖς καὶ φιλάνθρωποι· μετὰ δὲ ταῦτα γενομένης συνεδρείας κοινῆς ὑπὲρ τῶν ὅλων ἀλλοιοτέραν ἔλαβε τὰ πράγματα διάθεσιν.
因此,国王与罗马人之间的私下面谈完全是坦诚且友好的;但在此之后,当召开讨论全局问题的共同会议时,事态便呈现出完全不同的格局。
§18.50.5ὁ γὰρ Λεύκιος ὁ Κορνήλιος ἠξίου μὲν καὶ τῶν ὑπὸ Πτολεμαῖον ταττομένων πόλεων, ὅσας νῦν εἴληφε κατὰ τὴν Ἀσίαν, παραχωρεῖν τὸν Ἀντίοχον, τῶν δʼ ὑπὸ Φίλιππον διεμαρτύρετο φιλοτίμως ἐξίστασθαι· §18.50.6γελοῖον γὰρ εἶναι τὰ Ῥωμαίων ἆθλα τοῦ γεγονότος αὐτοῖς πολέμου πρὸς Φίλιππον Ἀντίοχον ἐπελθόντα παραλαμβάνειν.
因为卢基乌斯·科尔内利乌斯要求安条克,必须让出所有他目前在亚洲夺取的曾隶属于托勒密的城市,并极力主张他必须从那些曾隶属于腓力的城市中撤出;他声称,罗马人与腓力战争所得的战利品,安条克却在事后跑来收入囊中,这实在是荒谬可笑。
§18.50.7παρῄνει δὲ καὶ τῶν αὐτονόμων ἀπέχεσθαι πόλεων.
他还建议安条克不要染指那些自治的城市。
§18.50.8καθόλου δʼ ἔφη θαυμάζειν τίνι λόγῳ τοσαύταις μὲν πεζικαῖς, τοσαύταις δὲ ναυτικαῖς δυνάμεσι πεποίηται τὴν εἰς τὴν Εὐρώπην διάβασιν· §18.50.9πλὴν γὰρ τοῦ προτίθεσθαι Ῥωμαίοις ἐγχειρεῖν αὐτόν, οὐδʼ ἔννοιαν ἑτέραν καταλείπεσθαι παρὰ τοῖς ὀρθῶς λογιζομένοις.
总而言之,他表示自己无法理解,安条克究竟是凭什么道理率领如此庞大的陆海军兵力渡海进入欧洲的;因为在正确思考的人看来,除了他企图向罗马人宣战之外,根本无法得出其他的设想。
οἱ μὲν οὖν Ῥωμαῖοι ταῦτʼ εἰπόντες ἀπε
罗马人说完这些话后,便引退……