Humanitext Reader

波利比奥斯 · 历史 §18.51.1-18.51.10

安条克国王的主权主张与对罗马的反驳

第 941 段,共 1311 段 · 希腊语

内容简介

安条克国王对罗马人的要求做出回应,阐明其对亚洲和欧洲领土的历史性合法权利,并解释了重建吕西马基亚及与托勒密进行私人交涉的意图。

§18.51.1σιώπησαν· ὁ δὲ βασιλεὺς πρῶτον μὲν διαπορεῖν ἔφη κατὰ τίνα λόγον ἀμφισβητοῦσι πρὸς αὐτὸν ὑπὲρ τῶν ἐπὶ τῆς Ἀσίας πόλεων· πᾶσι γὰρ μᾶλλον ἐπιβάλλειν τοῦτο ποιεῖν ἢ Ῥωμαίοις.
他们沉默了;而国王说,首先,他无法理解他们是凭什么道理为了亚洲的城市与他争论;因为做这件事对其他任何人来说都比对罗马人更为合适。
§18.51.2δεύτερον δʼ ἠξίου μηδὲν αὐτοὺς πολυπραγμονεῖν καθόλου τῶν κατὰ τὴν Ἀσίαν· οὐδὲ γὰρ αὐτὸς περιεργάζεσθαι τῶν κατὰ τὴν Ἰταλίαν ἁπλῶς οὐδέν.
其次,他要求他们完全不要干预亚洲的任何事务;因为他自己也绝不插手意大利的任何事务。
§18.51.3εἰς δὲ τὴν Εὐρώπην ἔφη διαβεβηκέναι μετὰ τῶν δυνάμεων ἀνακτησόμενος τὰ κατὰ τὴν Χερρόνησον καὶ τὰς ἐπὶ Θρᾴκης πόλεις· τὴν γὰρ τῶν τόπων τούτων ἀρχὴν μάλιστα πάντων αὑτῷ καθήκειν.
他说,他率领军队渡海来到欧洲,是为了收复色索尼苏斯地区和色雷斯的城市;因为这些地方的统治权,比任何人都更属于他自己。
§18.51.4εἶναι μὲν γὰρ ἐξ ἀρχῆς τὴν δυναστείαν ταύτην Λυσιμάχου, Σελεύκου δὲ πολεμήσαντος πρὸς αὐτὸν καὶ κρατήσαντος τῷ πολέμῳ πᾶσαν τὴν Λυσιμάχου βασιλείαν δορίκτητον γενέσθαι Σελεύκου.
因为这一统治权起初属于吕西马科斯,但在塞琉古与他交战并在战争中获胜之后,吕西马科斯的整个王国便成了塞琉古凭枪矛夺得的财产。
§18.51.5κατὰ δὲ τοὺς τῶν αὑτοῦ προγόνων περισπασμοὺς ἐν τοῖς ἑξῆς χρόνοις πρῶτον μὲν Πτολεμαῖον παρασπασάμενον σφετερίσασθαι τοὺς τόπους τούτους, δεύτερον δὲ Φίλιππον.
但在随后的时期里,趁着他祖先被其他事务分神的机会,首先是托勒密强占并私吞了这些地方,其次是腓力。
§18.51.6αὐτὸς δὲ νῦν οὐ κτᾶσθαι τοῖς Φιλίππου καιροῖς συνεπιτιθέμενος, ἀλλʼ ἀνακτᾶσθαι τοῖς ἰδίοις δικαίοις συγχρώμενος.
而他现在并非趁腓力困窘之际企图强占这些地方,而是行使自己正当的权利来予以收复。
§18.51.7Λυσιμαχεῖς δέ, παραλόγως ἀναστάτους γεγονότας ὑπὸ Θρᾳκῶν, οὐκ ἀδικεῖν Ῥωμαίους κατάγων καὶ συνοικίζων· §18.51.8ποιεῖν γὰρ τοῦτʼ ἔφη βουλόμενος οὐ Ῥωμαίοις τὰς χεῖρας ἐπιβαλεῖν, Σελεύκῳ δʼ οἰκητήριον ἑτοιμάζειν.
至于将那些意外被色雷斯人驱逐的吕西马基亚居民迁回并重建家园,这并没有对罗马人造成任何不公;因为他说,他这样做并非出于想要对罗马人动武的意图,而是为了给塞琉古准备一个居住之地。
§18.51.9τὰς δʼ αὐτονόμους τῶν κατὰ τὴν Ἀσίαν πόλεων οὐ διὰ τῆς Ῥωμαίων ἐπιταγῆς δέον εἶναι τυγχάνειν τῆς ἐλευθερίας, ἀλλὰ διὰ τῆς αὑτοῦ χάριτος.
至于亚洲的那些自治城市,它们不应该通过罗马人的命令获得自由,而应该通过他自己的恩惠。
§18.51.10τὰ δὲ πρὸς Πτολεμαῖον αὐτὸς ἔφη διεξάξειν εὐδοκουμένως ἐκείνῳ· κρίνειν γὰρ οὐ φιλίαν μόνον, ἀλλὰ καὶ μετὰ τῆς φιλίας ἀναγκαιότητα συντίθεσθαι πρὸς αὐτόν.
而关于与托勒密的关系,他说他自己会以令对方满意的方式来处理;因为他决意不仅要与他缔结友谊,而且还要在友谊之外结成亲属关系。

词汇与语法注释

  1. 18.51.1πᾶσι γὰρ μᾶλλον ἐπιβάλλειν τοῦτο ποιεῖν ἢ Ῥωμαίοις — 无人称动词 ἐπιβάλλει(适合、有义务)在间接引语中变为不定式 ἐπιβάλλειν,并以不定式短语 τοῦτο ποιεῖν(这样做,即因亚洲城市与国王争论)作其逻辑主语。πᾶσι 和 Ῥωμαίοις 为关系与格,意为“对于其他任何人,都比对于罗马人更为合适”。
  2. 18.51.4δορίκτητον γενέσθαι Σελεύκου — 复合形容词 δορίκτητος(凭枪矛夺得的、武力占领的)在此作 γενέσθαι 的表语。属格 Σελεύκου 是所有属格,意为“成为了塞琉古的(财产)”。
  3. 18.51.6τοῖς Φιλίππου καιροῖς συνεπιτιθέμενος — 虽然 καιρός 通常指“时机、好机”,但在此处指腓力因战败而处于的“逆境、困境”。分词 συνεπιτιθέμενος(顺势发起攻击、利用)支配该与格宾语,意为乘人之危或乘机染指。
  4. 18.51.9δέον εἶναι — 无人称动词 δεῖ 的分词宾格绝对 형식인 δέον(应该、必须)与间接引语不定式 εἶναι 相结合的形式。在由主句动词 ἔφη 引导的间接引语中,用以表达“应当、必须”的必要性或义务。
  5. 18.51.10ἀναγκαιότητα — 虽然 ἀναγκαιότης 在抽象意义上指“必要性”或“不可避免性”,但在本上下文里指通过婚姻结成的“血亲、姻亲关系”。这基于安条克三世曾许诺将女儿克利奥帕特拉(即叙利亚的克利奥帕特拉一世)嫁给托勒密五世的历史事实。

引用这一段

波利比奥斯, 历史 §18.51.1-18.51.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.51.1-18.51.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。