Humanitext Reader

波利比奥斯 · 历史 §18.45.1-18.45.12

埃托利亚人的非难与提图斯关于希腊自由的决议

第 935 段,共 1311 段 · 希腊语

内容简介

针对元老院的决议,埃托利亚人指责罗马人只是在接替腓力成为希腊的新主子,导致人心动摇。提图斯与委员会举行会议,力主彻底解放希腊以维护罗马的声誉,但由于防范安条克三世,部分战略要地仍被暂时保留。

§18.45.1τούτου δὲ τοῦ δόγματος διαδοθέντος εἰς τοὺς Ἕλληνας οἱ μὲν ἄλλοι πάντες εὐθαρσεῖς ἦσαν καὶ περιχαρεῖς, μόνοι δʼ Αἰτωλοί, δυσχεραίνοντες ἐπὶ τῷ μὴ τυγχάνειν ὧν ἤλπιζον, κατελάλουν τὸ δόγμα, φάσκοντες οὐ πραγμάτων, ἀλλὰ γραμμάτων μόνον ἔχειν αὐτὸ διάθεσιν.
这一决议在希腊人中传开后,其他所有人均备受鼓舞、欣喜若狂;唯独埃托利亚人因未能获得所期望的目标而心怀不满,极力诽谤该决议,声称它只是一种文字的编排,而非实际的行动。
§18.45.2καί τινας ἐλάμβανον πιθανότητας ἐξ αὐτῶν τῶν ἐγγράπτων πρὸς τὸ διασείειν τοὺς ἀκούοντας τοιαύτας.
他们还从条文本身找到了如下具有说服力的依据,以动摇听众的信心。
§18.45.3ἔφασκον γὰρ εἶναι δύο γνώμας ἐν τῷ δόγματι περὶ τῶν ὑπὸ Φιλίππου φρουρουμένων πόλεων, τὴν μὲν μίαν ἐπιτάττουσαν ἐξάγειν τὰς φρουρὰς τὸν Φίλιππον, τὰς δὲ πόλεις παραδιδόναι Ῥωμαίοις, τὴν δʼ ἑτέραν ἐξάγοντα τὰς φρουρὰς ἐλευθεροῦν τὰς πόλεις.
因为他们声称,决议中关于腓力驻军的城市有两条不同的规定:一条命令腓力撤走守备队并将城市移交给罗马人,另一条则命令他在撤走守备队后释放城市,使其自由。
§18.45.4τὰς μὲν οὖν ἐλευθερουμένας ἐπʼ ὀνόματος δηλοῦσθαι, ταύτας δʼ εἶναι τὰς κατὰ τὴν Ἀσίαν, τὰς δὲ παραδιδομένας Ῥωμαίοις φανερὸν ὅτι τὰς κατὰ τὴν Εὐρώπην.
埃托利亚人说,那些被释放的城市已被指名道姓地列出,且都是亚洲的城市;而那些移交给罗马人的,显然是欧洲的城市。
εἶναι δὲ ταύτας Ὠρεόν, §18.45.5Ἐρέτριαν, Χαλκίδα, Δημητριάδα, Κόρινθον.
这些城市是奥勒乌斯、埃雷特里亚、卡尔基斯、德米特里阿斯和科林斯。
§18.45.6ἐκ δὲ τούτων εὐθεώρητον ὑπάρχειν πᾶσιν ὅτι μεταλαμβάνουσι τὰς Ἑλληνικὰς πέδας παρὰ Φιλίππου Ῥωμαῖοι, καὶ γίνεται μεθάρμοσις δεσποτῶν, οὐκ ἐλευθέρωσις τῶν Ἑλλήνων.
由此,人人皆可一目了然:罗马人是从腓力手中接过了“希腊的枷锁”,这不过是主子的更替,而非希腊人的解放。
ταῦτα μὲν οὖν ὑπʼ Αἰτωλῶν ἐλέγετο κατακόρως.
这些言论被埃托利亚人反复提及。
§18.45.7ὁ δὲ Τίτος ὁρμήσας ἐκ τῆς Ἐλατείας μετὰ τῶν δέκα καὶ κατάρας εἰς τὴν Ἀντίκυραν, παραυτίκα διέπλευσεν εἰς τὸν Κόρινθον, κἀκεῖ παραγενόμενος συνήδρευε μετὰ τούτων καὶ διελάμβανε περὶ τῶν ὅλων.
但提图斯与十人委员会一同从埃拉特亚出发,抵达安提基拉后,立即乘船前往科林斯,并在抵达后与他们举行会议,商讨全局事务。
§18.45.8πλεοναζούσης δὲ τῆς τῶν Αἰτωλῶν διαβολῆς καὶ πιστευομένης παρʼ ἐνίοις, πολλοὺς καὶ ποικίλους ἠναγκάζετο ποιεῖσθαι λόγους ὁ Τίτος ἐν τῷ συνεδρίῳ, §18.45.9διδάσκων ὡς εἴπερ βούλονται καὶ τὴν τῶν Ἑλλήνων εὔκλειαν ὁλόκληρον περιποιήσασθαι, καὶ καθόλου πιστευθῆναι παρὰ πᾶσι διότι καὶ τὴν ἐξ ἀρχῆς ἐποιήσαντο διάβασιν οὐ τοῦ συμφέροντος ἕνεκεν, ἀλλὰ τῆς τῶν Ἑλλήνων ἐλευθερίας, ἐκχωρητέον εἴη πάντων τῶν τόπων καὶ πάσας ἐλευθερωτέον τὰς πόλεις τὰς νῦν ὑπὸ Φιλίππου φρουρουμένας.
随着埃托利亚人的诽谤扩散并在一些人中获得信任,提图斯被迫在会议上作了许多不同角度的申辩,他指出,如果他们既想完美地赢得希腊人的崇高声望,又想让所有人普遍相信他们最初的渡海出兵并非为了自身利益而是为了希腊人的自由,就必须从所有地方撤军,并释放目前由腓力驻守的所有城市。
§18.45.10ταύτην δὲ συνέβαινε γίνεσθαι τὴν ἀπορίαν ἐν τῷ συνεδρίῳ διὰ τὸ περὶ μὲν τῶν ἄλλων ἐν τῇ Ῥώμῃ προδιειλῆφθαι καὶ ῥητὰς ἔχειν τοὺς δέκα παρὰ τῆς συγκλήτου τὰς ἐντολάς, περὶ δὲ Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος ἐπιτροπὴν αὐτοῖς δεδόσθαι διὰ τὸν Ἀντίοχον, ἵνα βλέποντες πρὸς τοὺς καιροὺς βουλεύωνται περὶ τῶν προειρημένων πόλεων κατὰ τὰς αὑτῶν προαιρέσεις· §18.45.11ὁ γὰρ προειρημένος βασιλεὺς δῆλος ἦν ἐπέχων πάλαι τοῖς κατὰ τὴν Εὐρώπην πράγμασιν.
会议中之所以出现这种犹豫不决的局面,是因为关于其他事务,在罗马已预先作出了决定,十人委员会持有元老院的明确指令;但关于卡尔基斯、科林斯和德米特里阿斯,由于防范安条克,他们被授予了裁量权,以便他们能根据形势的变化,按照自己的意愿对上述城市进行裁决;因为上述国王显然早已对欧洲的事务虎视眈眈。
§18.45.12οὐ μὴν ἀλλὰ τὸν μὲν Κόρινθον ὁ Τίτος ἔπεισε τὸ συνέδριον ἐλευθεροῦν παραχρῆμα καὶ τοῖς Ἀχαιοῖς ἐγχειρίζειν διὰ τὰς ἐξ ἀρχῆς ὁμολογίας, τὸν δʼ Ἀκροκόρινθον καὶ Δημητριάδα καὶ Χαλκίδα παρακατέσχεν.
尽管如此,提图斯仍说服委员会立即释放科林斯,并根据最初的协议将其移交给阿开亚人,但他暂时扣留了阿克罗科林斯、德米特里阿斯和卡尔基斯。

词汇与语法注释

  1. §18.45.1ἔχειν αὐτὸ διάθεσιν — 不定式 `ἔχειν` 的主语是 `αὐτό`(决议),而 `διάθεσιν` 是其宾语。埃托利亚人谴责该决议“仅具有文字的编排(形式)”而缺乏实际内容。
  2. §18.45.9ἐκχωρητέον εἴη — 动形词 `ἐκχωρητέον` 与 `ἐλευθερωτέον`(后一分句中省略了 `εἴη`)在引导间接引语的 `διδάσκων ὡς` 之后,与祈愿法 `εἴη` 连用。由于主句动词为过去时,因此使用祈愿法来表示“必须撤军/必须释放”的必要性。
  3. §18.45.10διὰ τὸ ... προδιειλῆφθαι — 介词 `διὰ` 并列支配冠词性不定式 `τὸ ... προδιειλῆφθαι`、`ἔχειν` 以及 `δεδόσθαι`,用以解释会议中出现困难(`ἀπορίαν`)的原因。
  4. §18.45.11δῆλος ἦν ἐπέχων — 形容词 `δῆλος` 与系动词 `ἦν` 及分词 `ἐπέχων` 结合,构成人称句式,意为“他显然一直在关注……”。此处动词 `ἐπέχω` 支配与格 `τοῖς ... πράγμασιν`,表示“将注意力投向”或“虎视眈眈”。

引用这一段

波利比奥斯, 历史 §18.45.1-18.45.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.45.1-18.45.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。