Humanitext Reader

波利比奥斯 · 历史 §18.37.1-18.37.12

提图斯主张保全马其顿并反驳埃托利亚人

第 926 段,共 1311 段 · 希腊语

内容简介

提图斯对埃托利亚人亚历山大进行了反驳,以罗马宽容的先例和马其顿作为抵御北方蛮族屏障的战略必要性为由,主张若腓力接受先前的条件则应与其媾和。此外,他严厉制止了对此提出异议的法涅阿斯。

§18.37.1ὁ δὲ Τίτος ἀναδεξάμενος ἀστοχεῖν αὐτὸν ἔφησεν οὐ μόνον τῆς Ῥωμαίων προαιρέσεως, ἀλλὰ καὶ τῆς αὑτοῦ προθέσεως καὶ μάλιστα τοῦ τῶν Ἑλλήνων συμφέροντος.
而提图斯接过话茬,声称他不仅误判了罗马人的意图,也误判了他自己的计划,更是极大地误判了希腊人的利益。
§18.37.2οὔτε γὰρ Ῥωμαίους οὐδενὶ τὸ πρῶτον πολεμήσαντας εὐθέως ἀναστάτους ποιεῖν τούτους· §18.37.3πίστιν δʼ ἔχειν τὸ λεγόμενον ἔκ [τε] τῶν κατʼ Ἀννίβαν καὶ Καρχηδονίους, ὑφʼ ὧν τὰ δεινότατα παθόντας Ῥωμαίους, καὶ μετὰ ταῦτα γενομένους κυρίους ὃ βουληθεῖεν πρᾶξαι κατʼ αὐτῶν ἁπλῶς, οὐδὲν ἀνήκεστον βουλεύσασθαι περὶ Καρχηδονίων· §18.37.4καὶ μὴν οὐδʼ αὐτὸς οὐδέποτε ταύτην ἐσχηκέναι τὴν αἵρεσιν, ὅτι δεῖ πολεμεῖν πρὸς τὸν Φίλιππον ἀδιαλύτως· ἀλλʼ εἴπερ ἐβουλήθη ποιεῖν τὰ παρακαλούμενα πρὸ τῆς μάχης, ἑτοίμως ἂν διαλελύσθαι πρὸς αὐτόν.
因为罗马人绝不会因为最初与某人开战,就立即将他们彻底消灭;这一说法从有关汉尼拔和迦太基人的历史中得到了证实:罗马人曾遭受他们最残酷的伤害,但此后当罗马人掌握了对他们任意处置的绝对权力时,却没有对迦太基人做出任何无可挽回的惩罚;而且事实上,他自己也从未持有必须与腓力战斗到底、绝不和解的立场;相反,如果腓力在战前愿意履行对他的要求,他早就乐意与他达成和解了。
§18.37.5διὸ καὶ θαυμάζειν ἔφη πῶς μετέχοντες τότε τῶν περὶ τῆς διαλύσεως συλλόγων ἅπαντες νῦν ἀκαταλλάκτως ἔχουσιν.
因此,他表示自己感到奇怪,为什么当时大家都参加了关于和解的会议,现在却采取了绝不妥协的态度。
§18.37.6"ἢ δῆλον ὅτι νενικήκαμεν;
“还是说,这显然是因为我们已经获胜了?
ἀλλὰ τοῦτό γʼ ἐστὶ πάντων ἀγνωμονέστατον· §18.37.7πολεμοῦντας γὰρ δεῖ τοὺς ἀγαθοὺς ἄνδρας βαρεῖς εἶναι καὶ θυμικούς, ἡττωμένους δὲ γενναίους καὶ μεγαλόφρονας, νικῶντάς γε μὴν μετρίους καὶ πραεῖς καὶ φιλανθρώπους.
但这确实是所有事情中最不讲道理的;因为勇敢的人在作战时应当强悍而充满斗志,在失败时应当高尚而宽宏大量,而在胜利时则应当适度、温和且具有仁慈之心。
ὑμεῖς δὲ τἀναντία παρακαλεῖτε νῦν.
但你们现在却在劝说相反的事情。
§18.37.8ἀλλὰ μὴν καὶ τοῖς Ἕλλησι ταπεινωθῆναι μὲν ἐπὶ πολὺ συμφέρει τὴν Μακεδόνων ἀρχήν, ἀρθῆναί γε μὴν οὐδαμῶσ" §18.37.9.
此外,对希腊人来说,马其顿的统治被大大削弱固然大有裨益,但将其彻底消灭则绝无好处”。
τάχα γὰρ αὐτοὺς πεῖραν λήψεσθαι τῆς Θρᾳκῶν καὶ Γαλατῶν παρανομίας· τοῦτο γὰρ ἤδη καὶ πλεονάκις γεγονέναι.
因为他们很快就会尝到色雷斯人和加拉太人无法无天的滋味;因为这种情况在过去已经多次发生。
§18.37.10καθόλου δʼ αὐτὸς μὲν ἔφη καὶ τοὺς παρόντας Ῥωμαίων κρίνειν, ἐὰν Φίλιππος ὑπομένῃ πάντα ποιεῖν τὰ πρότερον ὑπὸ τῶν συμμάχων ἐπιταττόμενα, διδόναι τὴν εἰρήνην αὐτῷ, προσλαβόντας καὶ τὴν τῆς συγκλήτου γνώμην· Αἰτωλοὺς δὲ κυρίους εἶναι βουλευομένους ὑπὲρ σφῶν αὐτῶν.
总的来说,他表示自己和在场的罗马人决定,如果腓力甘愿履行此前盟友们所规定的一切条件,那么在获得元老院同意的前提下,应当给予他和平;而埃托利亚人则有权自行决定自己的事务。
§18.37.11τοῦ δὲ Φαινέου μετὰ ταῦτα βουλομένου λέγειν ὅτι μάταια πάντα τὰ πρὸ τοῦ γέγονε· τὸν γὰρ Φίλιππον, ἐὰν διολίσθῃ τὸν παρόντα καιρόν, ἤδη πάλιν ἀρχὴν ἄλλην ποιήσεσθαι πραγμάτων· §18.37.12ὁ Τίτος αὐτόθεν ἐξ ἕδρας καὶ θυμικῶς "παῦσαι" φησὶ "Φαινέα, ληρῶν·
此后,当法涅阿斯企图说明此前的一切努力都将付诸东流,因为如果腓力逃过眼下的危机,他立刻就会重新挑起另一次事端时;提图斯在座位上怒形于色地说道:“住嘴,法涅阿斯,别胡说八道了!
ἐγὼ γὰρ οὕτως χειριῶ τὰς διαλύσεις ὥστε μηδὲ βουληθέντα τὸν Φίλιππον ἀδικεῖν δύνασθαι τοὺς Ἕλληνας.
因为我会如此处理和议,使得腓力即便想要作恶,也无法伤害希腊人。
"

词汇与语法注释

  1. 18.37.1ἀναδεξάμενος — 分词 ἀναδεξάμενος(源自 ἀναδέχομαι)在此处意为“接过话茬”或“承接对方的发言”,表示提图斯在对方发言后立即接过来进行反驳。
  2. 18.37.4ἑτοίμως ἂν διαλελύσθαι — 这一结构代表了间接引语(受 ἔφη 控制)中过去时态的虚拟条件句(在直接引语中为直说法过去时加 ἄν,即 ἂν διελέλυτο),在此处变为了完成时不定式 διαλελύσθαι 加 ἄν。
  3. 18.37.8ἀρθῆναί γε μὴν οὐδαμῶσ — 此处省略了前半句的谓语结构 συμφέρει(或 συμφέρει 对希腊人来说)。该句意为“(马其顿的统治)被彻底消灭对希腊人来说决无好处”。
  4. 18.37.10κρίνειν — 依赖于主句动词 ἔφη 的不定式。主导动词 κρίνειν(判定、认为)引出了提图斯和罗马人的决定,而该决定的具体内容则由随后的不定式 διδόναι(给予)来表达。
  5. 18.37.11τοῦ δὲ Φαινέου ... βουλομένου — 属格独立结构。分词 βουλομένου 带出后面的 ὅτι 从句作为其宾语。此结构在句中作时间或环境状语,引入法涅阿斯的插话。

引用这一段

波利比奥斯, 历史 §18.37.1-18.37.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.37.1-18.37.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。