Humanitext Reader

波利比奥斯 · 历史 §18.34.1-18.34.8

提图斯与埃托利亚人的疏远及停战协议

第 923 段,共 1311 段 · 希腊语

内容简介

提图斯因埃托利亚人的贪婪与傲慢而疏远他们。由于他同意休战并与腓力的使者友好会面,埃托利亚人基于自身的腐败作风,开始怀疑提图斯收受了贿赂。

§18.34.1καθόλου τῇ περὶ τὰ λάφυρα πλεονεξίᾳ τῶν Αἰτωλῶν εἴτʼ οὐκ ἐβούλετο Φίλιππον ἐκβαλὼν ἐκ τῆς ἀρχῆς Αἰτωλοὺς καταλιπεῖν δεσπότας τῶν Ἑλλήνων.
这或许是因为他总体上对埃托利亚人在战利品上的贪婪感到厌恶,或者是因为不愿在将腓力驱逐出其统治之后,让埃托利亚人成为希腊人的主子。
§18.34.2δυσχερῶς δʼ ἔφερε καὶ τὴν ἀλαζονείαν αὐτῶν, θεωρῶν ἀντεπιγραφομένους ἐπὶ τὸ νίκημα καὶ πληροῦντας τὴν Ἑλλάδα τῆς αὑτῶν ἀνδραγαθίας.
他对他们的傲慢也感到不快,因为他看到他们将胜利归功于自己,并在希腊各地宣扬他们自己的英勇。
§18.34.3διὸ καὶ κατά τε τὰς ἐντεύξεις ἀγερωχότερον αὐτοῖς ἀπήντα καὶ περὶ τῶν κοινῶν ἀπεσιώπα, τὰ δὲ προκείμενα συνετέλει καὶ διʼ αὑτοῦ καὶ διὰ τῶν ἰδίων φίλων.
因此,在会面时他对待他们更加冷淡,对共同的事务保持沉默,而当面的各项事务则由他自己以及通过他自己的朋友来处理。
§18.34.4τοιαύτης δʼ οὔσης δυσχρηστίας ἐν ἀμφοτέροις, ἧκον πρεσβευταὶ μετά τινας ἡμέρας παρὰ τοῦ Φιλίππου Δημοσθένης καὶ Κυκλιάδας καὶ Λιμναῖος.
就在双方关系如此紧张之际,几天后,腓力派来的使者民主斯提尼、克克里亚达斯和林奈乌斯抵达了。
§18.34.5πρὸς οὓς κοινολογηθεὶς ὁ Τίτος ἐπὶ πλεῖον μετὰ τῶν χιλιάρχων πεντεκαιδεχημέρους ἀνοχὰς ἐποιήσατο παραχρῆμα, συνετάξατο δὲ καὶ συμπορεύεσθαι τῷ Φιλίππῳ κοινολογησόμενος ὑπὲρ τῶν καθεστώτων ἐν ταύταις.
提图斯在与他们以及军团长们详细商议后,立即同意了十五天的休战,并约定在这期间与腓力会面,共同商讨局势。
§18.34.6γενομένης δὲ ταύτης τῆς ἐντεύξεως φιλανθρώπου, διπλασίως ἐξεκάετο τὰ τῆς ὑποψίας κατὰ τοῦ Τίτου· §18.34.7ἤδη γὰρ κατὰ τὴν Ἑλλάδα τῆς δωροδοκίας ἐπιπολαζούσης καὶ τοῦ μηδένα μηδὲν δωρεὰν πράττειν, καὶ τοῦ χαρακτῆρος τούτου νομιστευομένου παρὰ τοῖς Αἰτωλοῖς, οὐκ ἐδύναντο πιστεύειν διότι χωρὶς δώρων ἡ τηλικαύτη μεταβολὴ γέγονε τοῦ Τίτου πρὸς τὸν Φίλιππον, §18.34.8οὐκ εἰδότες τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα περὶ τοῦτο τὸ μέρος, ἀλλʼ ἐξ αὑτῶν τεκμαιρόμενοι καὶ συλλογιζόμενοι διότι τὸν μὲν Φίλιππον εἰκὸς ἦν προτείνειν πλῆθος χρημάτων διὰ τὸν καιρόν, τὸν δὲ Τίτον μὴ δύνασθαι τούτοις ἀντοφθαλμεῖν.
然而,当这次会面友好地进行时,针对提图斯的猜疑却加倍地燃烧起来;因为当时在希腊,行贿受贿已经盛行,没有人会无偿做事,而且这种作风在埃托利亚人中已被视为常态,所以他们无法相信提图斯对腓力态度的如此巨大转变是在没有受贿的情况下发生的,他们不了解罗马人在这一方面的习俗和法律,而是以自己为标准进行推测和判断,认为腓力由于时局关系很可能提供了巨额资金,而提图斯则无法抗拒这一诱惑。

词汇与语法注释

  1. 18.34.1εἴτʼ οὐκ ἐβούλετο — 通常表示并列选择的“εἴτε... εἴτε...”(或是……,或是……)省略了第一个“εἴτε”,在此前文的与格短语“τῇ... πλεονεξίᾳ”(或许是因为对贪婪感到厌恶)作为第一个隐含的选择分支,而“εἴτʼ οὐκ ἐβούλετο”则引出第二个选择分支。
  2. 18.34.7διότι — 此处并非引导原因的连词(“因为”),而是用作引导动词“πιστεύειν”宾语从句的陈述连词(相当于“ὅτι”,意为“即……”),这是后期希腊语(通用希腊语)的特征用法。
  3. 18.34.8ἀντοφθαλμεῖν — 字面意思是“直视对方”,在此处的不定式结构中比喻性地表示“抵挡”、“抗拒”金钱的诱惑或攻势。

引用这一段

波利比奥斯, 历史 §18.34.1-18.34.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.34.1-18.34.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。