§18.35.1ἐγὼ δὲ κατὰ μὲν τοὺς ἀνωτέρω χρόνους καὶ κοινὴν ἂν ποιούμενος ἀπόφασιν ἐθάρρησα περὶ πάντων Ῥωμαίων εἰπεῖν ὡς οὐδὲν ἂν πράξαιεν τοιοῦτον, λέγω δὲ πρότερον ἢ τοῖς διαποντίοις αὐτοὺς ἐγχειρῆσαι πολέμοις, ἕως ἐπὶ τῶν ἰδίων ἐθῶν καὶ νομίμων ἔμενον.
但在过去,即使我要做一个普遍的断言,我也敢说所有的罗马人都绝不会做出这样的事。 我说的是在他们着手进行海外战争之前,只要他们还坚守着本国的习俗和法律。
§18.35.2ἐν δὲ τοῖς νῦν καιροῖς περὶ πάντων μὲν οὐκ ἂν τολμήσαιμι τοῦτʼ εἰπεῖν· κατʼ ἰδίαν μέντοι γε περὶ πλειόνων ἀνδρῶν ἐν Ῥώμῃ θαρρήσαιμʼ ἂν ἀποφήνασθαι διότι δύνανται τὴν πίστιν ἐν τούτῳ τῷ μέρει διαφυλάττειν.
但在如今的时代,我不敢对所有人这样说;然而单独而言,我敢确信地指出,罗马的许多人依然能够在这方面坚守信义。
§18.35.3μαρτυρίας δὲ χάριν ὁμολογούμενα δύʼ ὀνόματα τοῦ μὴ δοκεῖν ἀδύνατα λέγειν.
为了证明我所言并非不可能,这里有两个众所公认的名字。
§18.35.4Λεύκιος μὲν γὰρ Αἰμίλιος ὁ Περσέα νικήσας, κύριος γενόμενος τῆς Μακεδόνων βασιλείας, ἐν ᾗ τῆς ἄλλης χωρὶς κατασκευῆς καὶ χορηγίας ἐν αὐτοῖς εὑρέθη τοῖς θησαυροῖς ἀργυρίου καὶ χρυσίου πλείω τῶν ἑξακισχιλίων ταλάντων, §18.35.5οὐχ οἷον ἐπεθύμησε τούτων τινός, ἀλλʼ οὐδʼ αὐτόπτης ἠβουλήθη γενέσθαι, διʼ ἑτέρων δὲ τὸν χειρισμὸν ἐποιήσατο τῶν προειρημένων, καίτοι κατὰ τὸν ἴδιον βίον οὐ περιττεύων τῇ χορηγίᾳ, τὸ δʼ ἐναντίον ἐλλείπων μᾶλλον.
因为击败珀尔修斯并成为马其顿王国主宰的卢基乌斯·埃米利乌斯,在那个王国中,除了其他陈设和物资外,单是在宝库中就发现了六千多塔兰同的金银,他不仅没有觊觎其中任何一部分,甚至不想亲眼去看它们,而是把上述财物的经手工作交由他人处理,尽管他自己的私人生活在资力上并不充裕,相反还比较匮乏。
§18.35.6μεταλλάξαντος γοῦν αὐτοῦ τὸν βίον οὐ πολὺ κατόπιν τοῦ πολέμου, βουληθέντες οἱ κατὰ φύσιν υἱοὶ Πόπλιος Σκιπίων καὶ Κόιντος Μάξιμος ἀποδοῦναι τῇ γυναικὶ τὴν φερνήν, εἴκοσι τάλαντα καὶ πέντε, ἐπὶ τοσοῦτον ἐδυσχρηστήθησαν ὡς οὐδʼ εἰς τέλος ἐδυνήθησαν, εἰ μὴ τὴν ἐνδουχίαν ἀπέδοντο καὶ τὰ σώματα καὶ σὺν τούτοις ἔτι τινὰς τῶν κτήσεων.
总之,在战争结束后不久他便去世了,他的亲生儿子普布利乌斯·西庇阿和昆图斯·马克修斯想要偿还其妻二十五塔兰同的嫁妆,却陷入了极大的财政困难,以至于最终不得不变卖其家具、奴隶以及部分产业,才得以偿清。
§18.35.7εἰ δέ τισιν ἀπίστῳ τὸ λεγόμενον ἐοικέναι δόξει, ῥᾴδιον ὑπὲρ τούτου λαβεῖν πίστιν·
如果有人觉得所说的事情难以置信,那么要就此获得确证是很轻而易举的。
§18.35.8πολλῶν γὰρ ἀμφισβητουμένων παρὰ Ῥωμαίοις καὶ μάλιστα περὶ τοῦτο τὸ μέρος διὰ τὰς πρὸς ἀλλήλους ἀντιπαραγωγάς, ὅμως τὸ νῦν εἰρημένον ὑφʼ ἡμῶν ὁμολογούμενον εὑρήσει παρὰ πᾶσιν ὁ ζητῶν.
因为在罗马人之间,由于彼此的竞争对立,许多事情都存在争议,特别是在这一方面,然而,调查者会发现,我刚才所说的话在所有人中都是公认的。
§18.35.9καὶ μὴν Πόπλιος Σκιπίων, ὁ τούτου μὲν κατὰ φύσιν υἱός, Ποπλίου δὲ τοῦ μεγάλου κληθέντος κατὰ θέσιν υἱωνός, κύριος γενόμενος τῆς Καρχηδόνος, ἥτις ἐδόκει πολυχρημονεστάτη τῶν κατὰ τὴν οἰκουμένην εἶναι πόλεων, ἁπλῶς τῶν ἐξ ἐκείνης οὐδὲν εἰς τὸν ἴδιον βίον μετήγαγεν, οὔτʼ ὠνησάμενος οὔτʼ ἄλλῳ τρόπῳ κτησάμενος οὐδέν, §18.35.10καίπερ οὐχ ὅλως εὐπορούμενος κατὰ τὸν βίον, ἀλλὰ μέτριος ὢν κατὰ τὴν ὕπαρξιν, ὡς Ῥωμαῖος.
此外,普布利乌斯·西庇阿——他是此人的亲生儿子,也是被称为“伟大”的普布利乌斯的养孙——在成为被公认为世上最富有城市迦太基的主宰时,绝没有将那里的任何东西带入自己的私生活中,无论是通过购买还是通过其他任何方式取得,尽管他的私生活完全称不上富裕,但作为罗马人,他的财产只属于中等。
§18.35.11οὐχ οἷον δὲ τῶν ἐξ αὐτῆς τῆς Καρχηδόνος ἀπέσχετο μόνον, ἀλλὰ καὶ καθόλου τῶν ἐκ τῆς Λιβύης οὐδὲν ἐπιμιχθῆναι πρὸς τὸν ἴδιον εἴασε βίον.
他不仅没有动迦太基城本身的任何财物,而且也绝不允许任何来自利比亚的东西混入他自己的私人生活中。
§18.35.12περὶ δὲ τούτου πάλιν τἀνδρὸς ὁ ζητῶν ἀληθινῶς ἀναμφισβήτητον εὑρήσει παρὰ Ῥωμαίοις τὴν περὶ τοῦτο τὸ μέρος δόξαν.
关于此人,调查者同样会发现他在这一方面的名声在罗马人中是真正无可争议的。