§18.33.1Φίλιππος δέ, τὰ δυνατὰ πεποιηκὼς πρὸς τὸν ἀγῶνα, τοῖς δʼ ὅλοις πράγμασιν ἐσφαλμένος, ἀναδεξάμενος ὅσους ἐδύνατο πλείστους τῶν ἐκ τῆς μάχης ἀνασῳζομένων, αὐτὸς μὲν ὥρμησε διὰ τῶν Τεμπῶν εἰς Μακεδονίαν.
另一方面,腓力在为这场战斗竭尽全力之后,却在全局上遭到了失败,他在收容了尽可能多的战场幸存者之后,自己便穿过坦佩谷急忙退往马其顿。
§18.33.2εἰς δὲ τὴν Λάρισαν ἔτι τῇ προτεραίᾳ νυκτὶ διεπέμψατό τινα τῶν ὑπασπιστῶν, ἐντειλάμενος ἀφανίσαι καὶ κατακαῦσαι τὰ βασιλικὰ γράμματα, ποιῶν πρᾶγμα βασιλικὸν τὸ μηδʼ ἐν τοῖς δεινοῖς λήθην ποιεῖσθαι τοῦ καθήκοντος· §18.33.3σαφῶς γὰρ ᾔδει διότι πολλὰς ἀφορμὰς δώσει τοῖς ἐχθροῖς καὶ καθʼ ἑαυτοῦ καὶ κατὰ τῶν φίλων, ἐὰν κρατήσωσι Ῥωμαῖοι τῶν ὑπομνημάτων.
至于拉里萨,他已在前一天夜里派遣了一名卫兵,命令其销毁并烧毁王室书简,这展现了王者的风范——即使在危难之中也绝不忘记自己的职责;因为他清楚地知道,如果罗马人占有了这些档案记录,就会给敌人留下许多针对他自己以及他朋友的攻击借口。
§18.33.4ἴσως μὲν οὖν καὶ ἑτέροις ἤδη τοῦτο συμβέβηκε, τὸ τὰς μὲν ἐν ταῖς ἐπιτυχίαις ἐξουσίας μὴ δύνασθαι φέρειν ἀνθρωπίνως, ἐν δὲ ταῖς περιπετείαις εὐλαβῶς ἵστασθαι καὶ νουνεχῶς· §18.33.5ἐν τοῖς δὲ μάλιστα καὶ περὶ Φίλιππον τοῦτο γέγονε.
或许,类似的事情在以前也曾发生在其他人身上,即在顺境中无法以凡人应有的克制来承受权力,而在逆境中却能谨慎且明智地行事;但这种情况在腓力身上表现得尤为突出。
δῆλον δʼ ἔσται τοῦτο διὰ τῶν μετὰ ταῦτα ῥηθησομένων·
这一点通过此后将要叙述的事情可以看得一清二楚。
§18.33.6καθάπερ γὰρ καὶ τὰς ἐξ ἀρχῆς ὁρμὰς ἐπὶ τὸ δέον αὐτοῦ σαφῶς ἐδηλώσαμεν, καὶ πάλιν τὴν ἐπὶ τὸ χεῖρον μεταβολήν, καὶ πότε καὶ διὰ τί καὶ πῶς ἐγένετο, καὶ τὰς ἐν ταύτῃ πράξεις μετʼ ἀποδείξεως ἐξηγησάμεθα, §18.33.7τὸν αὐτὸν τρόπον χρὴ καὶ τὴν μετάνοιαν αὐτοῦ δηλῶσαι καὶ τὴν εὐστοχίαν, καθʼ ἣν μεταθέμενος τοῖς ἐκ τῆς τύχης ἐλαττώμασιν εὐλογιστότατα δοκεῖ κεχρῆσθαι τοῖς καθʼ αὑτὸν καιροῖς.
因为,正如我们清楚地揭示了他起初向往履行职责的倾向,以及后来向坏的方向转变是在何时、因何、如何发生,并用证据解释了他在那一时期的行为一样,我们也应当以同样的方式展现他的悔改和机敏,正是凭借这种机敏,他在面对命运带来的挫折时改弦易辙,极具理智地处理了自己面临的局面。
§18.33.8Τίτος δὲ μετὰ τὴν μάχην ποιησάμενος τὴν καθήκουσαν πρόνοιαν περί τε τῶν αἰχμαλώτων καὶ τῶν ἄλλων λαφύρων, ᾔει πρὸς Λάρισαν.
至于提图斯,他在战斗结束后对战俘和其他战利品作了妥善处置,随后便向拉里萨进军。
—
—