§18.32.1ποιοῦσι Ῥωμαῖοι νῦν.
这正是罗马人如今所做的。
οὐκέτι γὰρ ἐκ τοῦ λόγου δεῖ τεκμαίρεσθαι τὸ νυνὶ λεγόμενον ὑφʼ ἡμῶν, ἀλλʼ ἐκ τῶν ἤδη γεγονότων.
因为我们不再需要根据理论来推测我们现在所说的话,而应当根据已经发生的事实。
§18.32.2οὐ γὰρ ἐξισώσαντες τὴν παράταξιν πᾶσιν ἅμα συμβάλλουσι τοῖς στρατοπέδοις μετωπηδὸν πρὸς τὰς φάλαγγας, ἀλλὰ τὰ μὲν ἐφεδρεύει τῶν μερῶν αὐτοῖς, τὰ δὲ συμμίσγει τοῖς πολεμίοις.
因为他们并不使战线等齐,用全军在正面一次性与方阵交锋,而是让一部分兵力留在后方作为预备队,另一部分与敌人交战。
§18.32.3λοιπόν, ἄν τʼ ἐκπιέσωσιν οἱ φαλαγγῖται τοὺς καθʼ αὑτοὺς προσβάλλοντες ἄν τʼ ἐκπιεσθῶσιν ὑπὸ τούτων, λέλυται τὸ τῆς φάλαγγος ἴδιον·
结果,无论方阵兵在进攻时是击退了他们当面的敌人,还是被这些敌人所击退,方阵特有的优势都会瓦解。
§18.32.4ἢ γὰρ ἑπόμενοι τοῖς ὑποχωροῦσιν ἢ φεύγοντες τοὺς προσκειμένους ἀπολείπουσι τὰ λοιπὰ μέρη τῆς οἰκείας δυνάμεως, §18.32.5οὗ γενομένου δέδοται τοῖς ἐφεδρεύουσι τῶν πολεμίων διάστημα καὶ τόπος, ὃν οὗτοι κατεῖχον, πρὸς τὸ μηκέτι κατὰ πρόσωπον ὁρμᾶν, ἀλλὰ παρεισπεσόντας πλαγίους παρίστασθαι καὶ κατὰ νώτου τοῖς φαλαγγίταις.
因为他们要么在追击退却者,要么在躲避紧逼者,从而脱离了己方军队的其他部分;一旦发生这种情况,敌方的预备队就会获得这些兵力原先占领的空隙和空间,从而不再从正面冲锋,而是切入其中,转到方阵兵的侧翼和后方展开攻击。
§18.32.6ὅταν δὲ τοὺς μὲν τῆς φάλαγγος καιροὺς καὶ τὰ προτερήματα ῥᾴδιον ᾖ φυλάξασθαι, τοὺς δὲ κατὰ τῆς φάλαγγος ἀδύνατον, πῶς οὐ μεγάλην εἰκὸς εἶναι τὴν διαφορὰν ἐπὶ τῆς ἀληθείας τῶν προειρημένων;
既然容易防范方阵的有利时机和优势,却无法防范对方阵不利的局势,那么在实际战斗中,上述两者的差异难道不理所当然是非常巨大的吗?
§18.32.7καὶ μὴν πορευθῆναι διὰ τόπων παντοδαπῶν ἀναγκαῖον τοὺς χρωμένους φάλαγγι καὶ καταστρατοπεδεῦσαι, ἔτι δὲ τόπους εὐκαίρους προκαταλαβέσθαι καὶ πολιορκῆσαί τινας καὶ πολιορκηθῆναι καὶ παραδόξοις ἐπιφανείαις περιπεσεῖν·
况且,使用方阵者必然要行军通过各种各样的地形、安营扎寨,还要抢先占领有利地形、包围某些人或自己被包围,以及遭遇敌军出乎意料的出现。
§18.32.8ἅπαντα γὰρ ταῦτʼ ἐστὶ πολέμου μέρη καὶ ῥοπὰς ποιεῖ πρὸς τὸ νικᾶν, ποτὲ μὲν ὁλοσχερεῖς, ποτὲ δὲ μεγάλας.
因为所有这些都是战争的组成部分,并对胜利产生决定性或重大的影响。
§18.32.9ἐν οἷς πᾶσιν ἡ μὲν Μακεδόνων ἐστὶ σύνταξις δύσχρηστος, ποτὲ δʼ ἄχρηστος, διὰ τὸ μὴ δύνασθαι τὸν φαλαγγίτην μήτε κατὰ τάγμα μήτε κατʼ ἄνδρα παρέχεσθαι χρείαν, ἡ δὲ Ῥωμαίων εὔχρηστος·
在所有这些情况下,马其顿人的阵型都难以使用,有时甚至毫无用处,因为方阵兵不论是以小队为单位还是以个人为单位,都无法发挥作用;而罗马人的阵型却非常便于使用。
§18.32.10πᾶς γὰρ Ῥωμαῖος, ὅταν ἅπαξ καθοπλισθεὶς ὁρμήσῃ πρὸς τὴν χρείαν, ὁμοίως ἥρμοσται πρὸς πάντα τόπον καὶ καιρὸν καὶ πρὸς πᾶσαν ἐπιφάνειαν.
因为每一个罗马人,一旦装备齐全奔赴战场,便能同样适应任何地点、时机以及任何敌情的出现。
§18.32.11καὶ μὴν ἕτοιμός ἐστι καὶ τὴν αὐτὴν ἔχει διάθεσιν, ἄν τε μετὰ πάντων δέῃ κινδυνεύειν ἄν τε μετὰ μέρους ἄν τε κατὰ σημαίαν ἄν τε καὶ κατʼ ἄνδρα.
而且,无论他是必须与全军一同面对危险,还是与部分兵力、或是以中队为单位、甚至是个体作战,他都做好了准备,并保持着同样的心态。
§18.32.12διὸ καὶ παρὰ πολὺ τῆς κατὰ μέρος εὐχρηστίας διαφερούσης, παρὰ πολὺ καὶ τὰ τέλη συνεξακολουθεῖ ταῖς Ῥωμαίων προθέσεσι μᾶλλον ἢ ταῖς τῶν ἄλλων.
因此,由于个体实用性上的巨大差异,最终的结果也同样远比其他人的设想更符合罗马人的意图。
§18.32.13περὶ μὲν οὖν τούτων ἀναγκαῖον ἡγησάμην εἶναι τὸ διὰ πλειόνων ποιήσασθαι μνήμην διὰ τὸ καὶ παρʼ αὐτὸν τὸν καιρὸν πολλοὺς τῶν Ἑλλήνων διαλαμβάνειν, ὅτε Μακεδόνες ἡττήθησαν, ἀπίστῳ τὸ γεγονὸς ἐοικέναι, καὶ μετὰ ταῦτα πολλοὺς διαπορήσειν διὰ τί καὶ πῶς λείπεται τὸ σύνταγμα τῆς φάλαγγος ὑπὸ τοῦ Ῥωμαίων καθοπλισμοῦ.
因此,关于这些事情,我认为有必要进行更详尽的阐述,因为无论是在马其顿人被打败的当时,许多希腊人都觉得发生的一切令人难以置信,还是在今后,许多人也将继续疑惑,为什么以及如何方阵的阵型会输给罗马人的装备。