§18.27.1πανταχόθεν δὲ τοῦ κινδύνου συντέλειαν εἰληφότος καὶ κρατούντων τῶν Ῥωμαίων, ὁ μὲν Φίλιππος ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ τὰ Τέμπη.
如此,当各处的战事都已宣告结束,罗马人获得胜利时,菲利普便朝向坦佩的方向撤退。
§18.27.2καὶ τῇ μὲν πρώτῃ περὶ τὸν Ἀλεξάνδρου καλούμενον πύργον ηὐλίσθη, τῇ δʼ ὑστεραίᾳ προελθὼν εἰς Γόννους ἐπὶ τὴν εἰσβολὴν τῶν Τεμπῶν ἐπέμεινε, βουλόμενος ἀναδέξασθαι τοὺς ἐκ τῆς φυγῆς ἀνασῳζομένους.
第一夜他在被称为“亚历山大塔”的地方附近扎营,第二天他前进到贡诺伊,停留在坦佩的入口处,希望能收容那些从败退中幸存下来的人。
§18.27.3οἱ δὲ Ῥωμαῖοι, μέχρι μέν τινος ἐπακολουθήσαντες τοῖς φεύγουσιν, οἱ μὲν ἐσκύλευον τοὺς τεθνεῶτας, οἱ δὲ τοὺς αἰχμαλώτους ἥθροιζον, οἱ δὲ πλείους ὥρμησαν ἐπὶ τὴν διαρπαγὴν τοῦ τῶν πολεμίων χάρακος·
罗马人则在追击逃兵一段路程后,有的人去剥取死者的遗物,有的人去聚集俘虏,但大多数人则冲去掠夺敌人的营地。
§18.27.4ἔνθα δὴ καταλαβόντες τοὺς Αἰτωλοὺς προεμπεπτωκότας καὶ δόξαντες στέρεσθαι τῆς σφίσι καθηκούσης ὠφελείας, ἤρξαντο καταμέμφεσθαι τοὺς Αἰτωλοὺς καὶ λέγειν πρὸς τὸν στρατηγὸν ὅτι τοὺς μὲν κινδύνους αὐτοῖς ἐπιτάττει, τῆς δʼ ὠφελείας ἄλλοις παρακεχώρηκε.
在那里,他们发现埃托利亚人已经先于他们冲了进去,并认为自己被剥夺了本该属于自己的战利品,于是开始指责埃托利亚人,并向将领抱怨说,将领把危险加在他们身上,却把好处让给了别人。
§18.27.5καὶ τότε μὲν ἐπανελθόντες εἰς τὴν ἑαυτῶν στρατοπεδείαν ηὐλίσθησαν, εἰς δὲ τὴν ἐπαύριον ἅμα μὲν ἥθροιζον τοὺς αἰχμαλώτους καὶ τὰ λειπόμενα τῶν σκύλων, ἅμα δὲ προῆγον ποιούμενοι τὴν πορείαν ὡς ἐπὶ Λαρίσης.
当天夜里他们返回自己的营地驻扎,次日,他们一边收集俘虏和剩余的战利品,一边朝着拉里萨的方向进军。
§18.27.6ἔπεσον δὲ τῶν Ῥωμαίων πρὸς τοὺς ἑπτακοσίους· τῶν δὲ Μακεδόνων ἀπέθανον μὲν οἱ πάντες εἰς ὀκτακισχιλίους, ζωγρίᾳ δʼ ἑάλωσαν οὐκ ἐλάττους πεντακισχιλίων.
罗马人战死者约七百人;而马其顿人则总共战死约八千人,被生擒者不少于五千人。
§18.27.7καὶ τῆς μὲν ἐν Θετταλίᾳ γενομένης περὶ Κυνὸς Κεφαλὰς Ῥωμαίων καὶ Φιλίππου μάχης τοιοῦτον
色萨利库诺斯克法莱的罗马人与菲利普之战,其结局便是如此。