Humanitext Reader

波利比奥斯 · 历史 §18.11.1-18.11.14

希腊使节向元老院申诉与要塞撤军交涉

第 900 段,共 1311 段 · 希腊语

内容简介

希腊各国使节向罗马元老院申诉,强调只要腓力继续控制被称为“希腊枷锁”的战略要地,希腊人的自由就无法实现。而腓力的使节因无权就撤出这些要地进行交涉,其发言被立刻中止。

§18.11.1οὗτοι δὲ παρεγενήθησαν εἰς τὴν Ῥώμην πρὸ τοῦ τὴν σύγκλητον διαλαβεῖν ὑπὲρ τῶν εἰς τοῦτον τὸν ἐνιαυτὸν καθεσταμένων ὑπάτων, πότερον ἀμφοτέρους εἰς τὴν Γαλατίαν ἢ τὸν ἕτερον αὐτῶν δεήσει πέμπειν ἐπὶ Φίλιππον.
这些使者在元老院就今年任命的执政官做出决定之前抵达了罗马,即究竟是必须将两名执政官都派往高卢,还是将其中的一人派去对抗腓力。
§18.11.2πεπεισμένων δὲ τῶν τοῦ Τίτου φίλων μένειν τοὺς ὑπάτους ἀμφοτέρους κατὰ τὴν Ἰταλίαν διὰ τὸν ἀπὸ τῶν Κελτῶν φόβον, εἰσελθόντες εἰς τὴν σύγκλητον πάντες κατηγόρουν ἀποτόμως τοῦ Φιλίππου.
由于提图斯的朋友们确信两名执政官都会因对凯尔特人的恐惧而留任意大利,因此众人进入元老院后,纷纷严厉地谴责腓力。
§18.11.3τὰ μὲν οὖν ἄλλα παραπλήσια τοῖς καὶ πρὸς αὐτὸν τὸν βασιλέα πρότερον εἰρημένοις ἦν· §18.11.4τοῦτο δʼ ἐπιμελῶς ἐντίκτειν ἐπειρῶντο τῇ συγκλήτῳ πάντες, διότι τῆς Χαλκίδος καὶ τοῦ Κορίνθου καὶ τῆς Δημητριάδος ὑπὸ τῷ Μακεδόνι ταττομένων οὐχ οἷόν τε τοὺς Ἕλληνας ἔννοιαν λαβεῖν ἐλευθερίας.
至于其他方面,则与此前向国王本人所说的大致相似;但所有人都竭力向元老院灌输这一点:只要哈尔基斯、科林斯和德米特里阿斯仍处于马其顿人的控制之下,希腊人就不可能获得自由的观念。
§18.11.5ὃ γὰρ αὐτὸς Φίλιππος εἶπε, τοῦτο καὶ λίαν ἀληθὲς ἔφασαν ὑπάρχειν· ὃς ἔφη τοὺς προειρημένους τόπους εἶναι πέδας Ἑλληνικάς, ὀρθῶς ἀποφαινόμενος.
因为他们声称,腓力自己说过的话确实再真实不过了;他曾说上述地方是“希腊的枷锁”,这话说得非常正确。
§18.11.6οὔτε γὰρ Πελοποννησίους ἀναπνεῦσαι δυνατὸν ἐν Κορίνθῳ βασιλικῆς φρουρᾶς ἐγκαθημένης, οὔτε Λοκροὺς καὶ Βοιωτοὺς καὶ Φωκέας θαρρῆσαι Φιλίππου Χαλκίδα κατέχοντος καὶ τὴν ἄλλην Εὔβοιαν, §18.11.7οὐδὲ μὴν Θετταλοὺς οὐδὲ Μάγνητας δυνατὸν ἐπαύρασθαι τῆς ἐλευθερίας οὐδέποτε, Δημητριάδα Φιλίππου κατέχοντος καὶ Μακεδόνων.
因为在科林斯驻有国王守军的情况下,伯罗奔尼撒人是不可能喘息的;在腓力占领哈尔基斯及尤波亚其余部分的情况下,洛克里斯人、波奥蒂亚人和福基斯人也是不可能感到安心的;同样,在腓力和马其顿人占领德米特里阿斯的情况下,色萨利人和马格内西亚人也绝不可能享受自由。
§18.11.8διὸ καὶ τὸ παραχωρεῖν τῶν ἄλλων τόπων τὸν Φίλιππον φαντασίαν εἶναι χάριν τοῦ τὸν παρόντα καιρὸν ἐκφυγεῖν· ᾗ δʼ ἂν ἡμέρᾳ βουληθῇ, ῥᾳδίως πάλιν ὑφʼ αὑτὸν ποιήσεσθαι τοὺς Ἕλληνας, ἐὰν κρατῇ τῶν προειρημένων τόπων.
因此,腓力让出其他地方,只是为了逃避眼前的危机而做出的假象;只要他愿意,在任何一天,只要他还控制着上述地方,他就能轻易地重新将希腊人置于自己的统治之下。
§18.11.9διόπερ ἠξίουν τὴν σύγκλητον ἢ τούτων τῶν πόλεων ἀναγκάσαι τὸν Φίλιππον ἐκχωρεῖν ἢ μένειν ἐπὶ τῶν ὑποκειμένων καὶ πολεμεῖν ἐρρωμένως πρὸς αὐτόν.
鉴于此,他们请求元老院,要么强迫腓力撤出这些城市,要么坚持既定立场、与他坚决作战。
§18.11.10καὶ γὰρ ἠνύσθαι τὰ μέγιστα τοῦ πολέμου, τῶν τε Μακεδόνων προηττημένων δὶς ἤδη καὶ κατὰ γῆν πλείστων αὐτοῖς χορηγιῶν ἐκδεδαπανημένων.
因为战争中最重要的部分已经完成,马其顿人已经在陆地上两次战败,其大部分物资也已消耗殆尽。
§18.11.11ταῦτα δʼ εἰπόντες παρεκάλουν μήτε τοὺς Ἕλληνας ψεῦσαι τῶν περὶ τῆς ἐλευθερίας ἐλπίδων μήθʼ ἑαυτοὺς ἀποστερῆσαι τῆς καλλίστης ἐπιγραφῆς.
他们说了这些之后,恳求元老院既不要让希腊人对自由的期望落空,也不要剥夺他们自己最美好的名誉。
§18.11.12οἱ μὲν οὖν παρὰ τῶν Ἑλλήνων πρέσβεις ταῦτα καὶ τούτοις παραπλήσια διελέχθησαν, οἱ δὲ παρὰ τοῦ Φιλίππου παρεσκευάσαντο μὲν ὡς ἐπὶ πλεῖον ποιησόμενοι τοὺς λόγους, ἐν ἀρχαῖς δʼ εὐθέως ἐκωλύθησαν·
希腊人的使节便发表了这些及类似的言论,而腓力的使节原本准备进行更长篇的演说,却在刚一开始就立刻被制止了。
§18.11.13ἐρωτηθέντες γὰρ εἰ παραχωροῦσι Χαλκίδος καὶ Κορίνθου καὶ Δημητριάδος, ἀπεῖπαν μηδεμίαν ἔχειν περὶ τούτων ἐντολήν.
因为在被问及是否撤出哈尔基斯、科林斯和德米特里阿斯时,他们回答说关于这些事情他们没有收到任何指示。
§18.11.14οὗτοι μὲν οὖν ἐπιτμηθέντες οὕτως κατέπαυσαν
于是,这些使者就这样被制止,并结束了发言。

词汇与语法注释

  1. §18.11.1πρὸ τοῦ τὴν σύγκλητον διαλαβεῖν — 介词 `πρό` 与属格冠词 `τοῦ` 连用,后接不定式 `διαλαβεῖν`,表示时间上的先后关系(“在……之前”)。该不定式的逻辑主语是宾格的 `τὴν σύγκλητον`。
  2. §18.11.2πεπεισμένων δὲ τῶν τοῦ Τίτου φίλων — 由动词 `πείθω` 的完成时中被动分词 `πεπεισμένων` 与名词短语 `τῶν τοῦ Τίτου φίλων` 构成的属格绝对(genitive absolute)结构。此处该完成时分词表示当前状态(“确信”),并以随后的“宾格加不定式”结构(`μένειν τοὺς ὑπάτους`)作为其宾语。
  3. §18.11.8τὸ παραχωρεῖν τῶν ἄλλων τόπων τὸν Φίλιππον φαντασίαν εἶναι — 间接引语中的“宾格加不定式”结构。带冠词不定式 `τὸ παραχωρεῖν`(其逻辑主语为宾格的 `τὸν Φίλιππον`)作为整个不定式分句的主语,`φαντασίαν` 为表语宾格,`εἶναι` 为系动词不定式。
  4. §18.11.12ὡς ἐπὶ πλεῖον ποιησόμενοι — 连词 `ὡς` 与将来时分词 `ποιησόμενοι`(动词 `ποιέω` 的将来时中动分词)连用,表示主语(腓力的使节们)的意图或目的(“准备……”、“意图进行更长篇的演说”)。

引用这一段

波利比奥斯, 历史 §18.11.1-18.11.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:18.11.1-18.11.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。