Humanitext Reader

波利比奥斯 · 历史 §16.6.1-16.6.13

阿塔罗斯脱险与希俄斯海战的结束

第 854 段,共 1311 段 · 希腊语

内容简介

阿塔罗斯在救援时被腓力切断退路,被迫搁浅战船并撤退,但趁着马其顿人抢夺其留下的华丽装备时安全逃脱。罗得斯人及盟友舰队也各自安全撤离,海战宣告结束。

§16.6.1οὐ μὴν ἀλλὰ παρὰ πολὺ τοῦ δεξιοῦ κέρατος κατακρατούντων τῶν περὶ τὸν Ἄτταλον, καὶ συνεγγιζόντων ἤδη πρὸς τὰς νησίδας ὑφʼ αἷς ὁ Φίλιππος ὥρμει καραδοκῶν τὸ συμβησόμενον, §16.6.2συνιδὼν Ἄτταλος μίαν πεντήρη τῶν ἰδίων ἐκτὸς τοῦ κινδύνου τετρωμένην καὶ βαπτιζομένην ὑπὸ νεὼς πολεμίας, ὥρμησε παραβοηθήσων ταύτῃ μετὰ δύο τετρήρων.
然而,阿塔罗斯的部下在很大程度上压制着敌人的右翼,并且已经逼近了腓力锚泊并静待事态发展的小岛,阿塔罗斯看到自己的一艘五段铎船在主战场之外被一艘敌船击伤并正在沉没,便率领两艘四段铎船赶去救援。
§16.6.3τοῦ δὲ πολεμίου σκάφους ἐγκλίναντος καὶ ποιουμένου τὴν ἀποχώρησιν ὡς πρὸς τὴν γῆν, ἐπέκειτο φιλοτιμότερον, ἐγκρατὴς γενέσθαι σπουδάζων τῆς νεώς.
由于那艘敌船转向并朝陆地撤退,他更加急切地紧追不舍,渴望捕获那艘船。
§16.6.4ὁ δὲ Φίλιππος, συνθεασάμενος ἀπεσπασμένον πολὺ τὸν Ἄτταλον ἀπὸ τῶν ἰδίων, παραλαβὼν τέτταρας πεντήρεις καὶ τρεῖς ἡμιολίας, ἔτι δὲ τῶν λέμβων τοὺς ἐγγὺς ὄντας, ὥρμησε, καὶ διακλείσας τὸν Ἄτταλον ἀπὸ τῶν οἰκείων νεῶν ἠνάγκασε μετὰ μεγάλης ἀγωνίας εἰς τὴν γῆν ἐκβαλεῖν τὰ σκάφη.
而腓力看到阿塔罗斯与自己的部下相隔甚远,便率领四艘五段铎船、三艘一列半铎船以及附近所有的轻快船,猛冲过去;他将阿塔罗斯与自家的船只隔绝开来,迫使他在极度惊慌中将战船搁浅在陆地上。
§16.6.5τούτου δὲ συμβάντος αὐτὸς μὲν ὁ βασιλεὺς μετὰ τῶν πληρωμάτων εἰς τὰς Ἐρυθρὰς ἀπεχώρησε, τῶν δὲ πλοίων καὶ τῆς βασιλικῆς κατασκευῆς ἐγκρατὴς ὁ Φίλιππος ἐγένετο.
此事发生后,阿塔罗斯国王本人同船员们一起撤退到了埃律特莱,而腓力则占领了这些船只以及国王的华丽装备。
§16.6.6καὶ γὰρ ἐποίησάν τι τεχνικὸν ἐν τούτοις τοῖς καιροῖς οἱ περὶ τὸν Ἄτταλον· τὰ γὰρ ἐπιφανέστατα τῆς βασιλικῆς κατασκευῆς ἐπὶ τὸ κατάστρωμα τῆς νεὼς ἐξέβαλον.
因为阿塔罗斯等人在此时机使用了一个巧妙的计策:他们将国王装备中最显眼华贵的物品抛在了船的甲板上。
§16.6.7ὅθεν οἱ πρῶτοι τῶν Μακεδόνων, συνάψαντες ἐν τοῖς λέμβοις, συνθεασάμενοι ποτηρίων πλῆθος καὶ πορφυρῶν ἱματίων καὶ τῶν τούτοις παρεπομένων σκευῶν, ἀφέμενοι τοῦ διώκειν ἀπένευσαν ἐπὶ τὴν τούτων ἁρπαγήν.
因此,乘轻快船首先靠近的马其顿先头部队,一看到大量的杯皿、紫色衣物及相关的器具,便放弃了追击,转而去抢夺这些财物。
§16.6.8διὸ συνέβη τὸν Ἄτταλον ἀσφαλῆ ποιήσασθαι τὴν ἀποχώρησιν εἰς τὰς Ἐρυθράς.
因此,阿塔罗斯得以安全地撤退到埃律特莱。
§16.6.9Φίλιππος δὲ τοῖς μὲν ὅλοις ἠλαττωμένος παρὰ πολὺ τὴν ναυμαχίαν, τῇ δὲ περιπετείᾳ τῇ κατὰ τὸν Ἄτταλον ἐπαρθείς, ἐπανέπλει, καὶ πολὺς ἦν συναθροίζων τὰς σφετέρας ναῦς καὶ παρακαλῶν τοὺς ἄνδρας εὐθαρσεῖς εἶναι, διότι νικῶσι τῇ ναυμαχίᾳ·
而腓力虽然在整场海战中大遭惨败,却因涉及阿塔罗斯的这一意外转折而得意洋洋。 他返航并极力召集自己的船只,鼓励士兵们要振作起来,理由是他们在海战中赢得了胜利。
§16.6.10καὶ γὰρ ὑπέδραμέ τις ἔννοια καὶ πιθανότης τοῖς ἀνθρώποις ὡς ἀπολωλότος τοῦ βασιλέως Ἀττάλου διὰ τὸ κατάγειν τοὺς περὶ τὸν Φίλιππον ἀναδεδεμένους τὴν βασιλικὴν ναῦν.
因为当人们看到腓力的人拖着那艘被系住的国王座舰返航时,一种阿塔罗斯国王已经丧命的念头和可能性在士兵中油然而生,并且显得非常可信。
§16.6.11ὁ δὲ Διονυσόδωρος ὑπονοήσας τὸ περὶ τὸν αὑτοῦ βασιλέα γεγονός, ἥθροιζε τὰς οἰκείας ναῦς ἐξαίρων σύνθημα· ταχὺ δὲ συλλεχθεισῶν πρὸς αὐτὸν ἀπέπλει μετʼ ἀσφαλείας εἰς τοὺς κατὰ τὴν Ἀσίαν ὅρμους.
而迪奥尼索多罗斯猜到了自家的国王发生了什么,便升起信号集结自己的船只;当战船迅速向他靠拢后,他便安全地撤退到了亚洲沿岸的港口。
§16.6.12κατὰ δὲ τὸν αὐτὸν καιρὸν οἱ πρὸς τοὺς Ῥοδίους ἀγωνιζόμενοι τῶν Μακεδόνων, πάλαι κακῶς πάσχοντες, ἐξέλυον αὑτοὺς ἐκ τοῦ κινδύνου μετὰ προφάσεως κατὰ μέρη ποιούμενοι τὴν ἀποχώρησιν, ὡς ταῖς οἰκείαις σπεύδοντες ἐπικουρῆσαι ναυσίν.
与此同时,与罗得斯人作战的马其顿人,因早已陷入苦战受损严重,便借口急于前去营救己方的其他船只,分批进行撤退,从而摆脱了危险。
§16.6.13οἱ δὲ Ῥόδιοι, τὰς μὲν ἀναδησάμενοι τῶν νεῶν, τὰς δὲ προδιαφθείραντες ταῖς ἐμβολαῖς, ἀπέπλευσαν εἰς τὴν Χίον.
而罗得斯人则拖走了部分敌船,其余的此前已通过撞击摧毁,随后他们便起航返回了基奥斯。

词汇与语法注释

  1. 16.6.1οὐ μὴν ἀλλὰ — 这一小词组合起到了强烈的转折作用(“然而”、“不过”),在前面战局胶着的基础上,引入了一个新的、决定性的叙事转折。
  2. 16.6.1κατακρατούντων τῶν περὶ τὸν Ἄτταλον — 这是由分词 `κατακρατούντων` 和 `συνεγγιζόντων` 引导的属格独立结构。虽然其逻辑主语指的是阿塔罗斯及其部下,与下一句主句的主语 `Ἄτταλος`(§16.6.2)实际为同一主体,但此处采用属格独立结构是为了强调其整个部队的集体行动。
  3. 16.6.9πολὺς ἦν συναθροίζων — 形容词 `πολύς` 与未完成过去时 `ἦν` 及现在分词 `συναθροίζων` 连用,是一种表示主语积极致力于某事或忙于某事的习惯用法,意为“忙于……”或“极力……”。
  4. 16.6.10διὰ τὸ κατάγειν τοὺς περὶ τὸν Φίλιππον ἀναδεδεμένους τὴν βασιλικὴν ναῦν — 这是受介词 `διὰ` 支配的带冠词不定式结构。不定式 `κατάγειν` 的逻辑主语是宾格短语 `τοὺς περὶ τὸν Φίλιππον`(腓力及其部下),其直接宾语是被完成时分词 `ἀναδεδεμένους`(被拖着/系住的)所修饰的 `τὴν βασιλικὴν ναῦν`(国王座舰)。

引用这一段

波利比奥斯, 历史 §16.6.1-16.6.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.6.1-16.6.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。