§16.3.1λαβούσης δὲ τὴν καταρχὴν τῆς ναυμαχίας ἐκ τῆς Ἀττάλου νεώς, εὐθέως πάντες οἱ σύνεγγυς ἀπαραγγέλτως συνέβαλον ἀλλήλοις.
当海战的序幕由阿塔罗斯的船只揭开时,附近的所有人立即在没有命令的情况下互相交战。
§16.3.2Ἄτταλος μὲν οὖν συμπεσὼν ὀκτήρει, καὶ προεμβαλὼν ταύτῃ καιρίαν καὶ ὕφαλον πληγήν, ἐπὶ πολὺ τῶν ἐπὶ τοῦ καταστρώματος ἀγωνισαμένων τέλος ἐβύθισε τὴν ναῦν.
于是,阿塔罗斯与一艘八列桨船相撞,并首先给它以致命的水下撞击,在甲板上的士兵进行了长时间的战斗后,最终将该船击沉。
§16.3.3ἡ δὲ τοῦ Φιλίππου δεκήρης, ναυαρχὶς οὖσα, παραλόγως ἐγένετο τοῖς ἐχθροῖς ὑποχείριος.
至于腓力的十列桨旗舰,则出人意料地落入了敌手。
§16.3.4ὑποπεσούσης γὰρ αὐτῇ τριημιολίας, ταύτῃ δοῦσα πληγὴν βιαίαν κατὰ μέσον τὸ κύτος ὑπὸ τὸν θρανίτην σκαλμὸν ἐδέθη, τοῦ κυβερνήτου τὴν ὁρμὴν τῆς νεὼς οὐκέτι δυνηθέντος ἀναλαβεῖν·
因为当一艘半三列桨船钻入其下方时,十列桨船在其船体中部给予了猛烈的一击,但却被卡在最上层桨手桨栓的下方,而舵手已无法控制船只的惯性。
§16.3.5διὸ καὶ προσκρεμαμένου τοῦ πλοίου τοῖς ὅλοις ἐδυσχρηστεῖτο καὶ δυσκίνητος ἦν πρὸς πᾶν.
因此,由于那艘船挂在上面,十列桨船整体受阻,各方面都难以移动。
ἐν ᾧ καιρῷ δύο πεντήρεις προσπεσοῦσαι, §16.3.6καὶ τρώσασαι τὴν ναῦν ἐξ ἀμφοῖν τοῖν μεροῖν, καὶ τὸ σκάφος καὶ τοὺς ἐπιβάτας τοὺς ἐν αὐτῷ διέφθειραν, ἐν οἷς ἦν καὶ Δημοκράτης ὁ τοῦ Φιλίππου ναύαρχος.
就在这时,两艘五列桨船冲了上来,从两侧重创了该船,摧毁了船体及上面的所有乘员,其中也包括腓力的海军提督德莫克拉特斯。
§16.3.7κατὰ δὲ τὸν αὐτὸν καιρὸν Διονυσόδωρος καὶ Δεινοκράτης, ὄντες ἀδελφοὶ καὶ ναυαρχοῦντες παρʼ Ἀττάλῳ, συμπεσόντες ὁ μὲν ἑπτήρει τῶν πολεμίων, ὁ δʼ ὀκτήρει, παραβόλως ἐχρήσαντο τῇ ναυμαχίᾳ.
与此同时,在阿塔罗斯手下担任指挥官的兄弟俩迪奥尼索多罗斯和戴诺克拉特斯也投入了交战,一人与敌方的七列桨船相撞,另一人与八列桨船相撞,进行了极其冒险的战斗。
§16.3.8Δεινοκράτης μὲν πρὸς ὀκτήρη συμπεσὼν αὐτὸς μὲν ἔξαλον ἔλαβε τὴν πληγήν, ἀναστείρου τῆς νεὼς οὔσης, τὴν δὲ τῶν πολεμίων τρώσας ναῦν ὑπὸ τὰ βίαχα τὸ μὲν πρῶτον οὐκ ἐδύνατο χωρισθῆναι, καίπερ πολλάκις ἐπιβαλόμενος πρύμναν κρούειν·
戴诺克拉特斯在与八列桨船相撞时,由于自己的船头高耸,自身只受到了水面以上的撞击,但他击碎了敌船的水下船底,起初他无法脱身,尽管他多次尝试倒桨退行。
§16.3.9διὸ καὶ τῶν Μακεδόνων εὐψύχως ἀγωνιζομένων εἰς τὸν ἔσχατον παρεγένετο κίνδυνον.
因此,在马其顿人英勇战斗的情况下,他陷入了极度的危险之中。
§16.3.10Ἀττάλου δʼ ἐπιβοηθήσαντος αὐτῷ, καὶ διὰ τῆς εἰς τὴν πολεμίαν ναῦν ἐμβολῆς λύσαντος τὴν συμπλοκὴν τῶν σκαφῶν, ὁ μὲν Δεινοκράτης ἀπελύθη παραδόξως,
幸而阿塔罗斯前来增援,通过撞击敌船,解开了缠绕在一起的船只,戴诺克拉特斯才奇迹般地脱身。
§16.3.11οἱ δὲ τῆς πολεμίας νεὼς ἐπιβάται πάντες εὐψύχως διαγωνισάμενοι διεφθάρησαν, τὸ δὲ σκάφος ἔρημον ἀπολειφθὲν ὑποχείριον ἐγένετο τοῖς περὶ τὸν Ἄτταλον.
敌船上的所有士兵在英勇奋战后全部阵亡,而那艘空无一人的船只则落入了阿塔罗斯及其部下的手中。
§16.3.12ὁ δὲ Διονυσόδωρος μετὰ βίας ἐπιφερόμενος εἰς ἐμβολὴν αὐτὸς μὲν ἥμαρτε τοῦ τρῶσαι, παραπεσὼν δὲ τοῖς πολεμίοις ἀπέβαλε τὸν δεξιὸν ταρσὸν τῆς νεώς, ὁμοῦ συρραγέντων καὶ τῶν πυργούχων·
然而,迪奥尼索多罗斯在猛烈冲撞时,自己未能成功击中敌船,反而在擦过敌船时失去了右侧整排的船桨,同时塔楼上的士兵也一同被砸碎。
§16.3.13οὗ γενομένου περιέστησαν αὐτὸν πανταχόθεν οἱ πολέμιοι.
这一情况发生后,敌人从四面八方将他包围。
§16.3.14κραυγῆς δὲ καὶ θορύβου γενομένου τὸ μὲν λοιπὸν πλῆθος τῶν ἐπιβατῶν ἅμα τῷ σκάφει διεφθάρη, τρίτος δʼ αὐτὸς ὁ Διονυσόδωρος ἀπενήξατο πρὸς τὴν ἐπιβοηθοῦσαν αὐτῷ τριημιολίαν.
在一片呼喊和混乱中,其余的大多数士兵随船一同覆灭,而迪奥尼索多罗斯本人则与另外两人一起,游向了前来救援他的半三列桨船。