§16.35.1ὅτι παρῆσαν μετὰ τὴν ἅλωσιν Ἀβύδου παρὰ τοῦ τῶν Ἀχαιῶν ἔθνους εἰς τὴν Ῥόδον πρεσβευταί, παρακαλοῦντες τὸν δῆμον εἰς τὰς πρὸς τὸν Φίλιππον διαλύσεις.
在阿比多斯陷落之后,来自阿凯亚同盟的使节抵达罗德岛,敦促罗德人民与腓力达成和解。
§16.35.2οἷς ἐπελθόντων τῶν ἐκ τῆς Ῥώμης πρεσβευτῶν καὶ διαλεγομένων ὑπὲρ τοῦ μὴ ποιεῖσθαι διαλύσεις πρὸς Φίλιππον ἄνευ Ῥωμαίων, ἔδοξε προσέχειν τῷ δήμῳ τοῖς Ῥωμαίοις καὶ στοχάζεσθαι τῆς τούτων φιλίας. —
在他们到来时,来自罗马的使节也出现了,并力劝他们不要在没有罗马人的情况下与腓力实现和解,因此,罗德人民决定听从罗马人的意见,并致力于争取他们的友谊。