§16.32.1ἐξ ὧν εἴποι τις ἂν καὶ τὴν λεγομένην Φωκικὴν ἀπόνοιαν καὶ τὴν Ἀκαρνάνων εὐψυχίαν ὑπερηρκέναι τὴν τῶν Ἀβυδηνῶν τόλμαν.
由此,人们或许可以说,阿比多斯人的大胆甚至超越了所谓福基斯人的拼死决心和阿卡纳尼亚人的不屈精神。
§16.32.2Φωκεῖς τε γὰρ δοκοῦσι τὰ παραπλήσια βουλεύσασθαι περὶ τῶν ἀναγκαίων, οὐκ εἰς τέλος ἀπηλπισμένας ἔχοντες τὰς τοῦ νικᾶν ἐλπίδας διὰ τὸ μέλλειν ποιεῖσθαι τὸν κίνδυνον πρὸς τοὺς Θετταλοὺς ἐν τοῖς ὑπαίθροις ἐκ παρατάξεως· ὁμοίως δὲ καὶ τὸ τῶν Ἀκαρνάνων ἔθνος, §16.32.3ὅτε προιδόμενοι τὴν Αἰτωλῶν ἔφοδον, ἐβουλεύσαντο παραπλήσια περὶ τῶν ἐνεστώτων·
因为福基斯人似乎对他们的至亲做出了类似的决定,尽管他们并未完全丧失胜利的希望,因为他们即将在露天场地上与萨利人进行一场排兵布阵的决战;同样,阿卡纳尼亚民族也是如此,当他们预见到埃托利亚人的入侵时,便对眼前的局势做出了类似的决定。
ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡμεῖς ἐν τοῖς πρὸ τούτων ἱστορήκαμεν.
关于这些人的具体细节,我们在先前的叙述中已经作了记录。
§16.32.4Ἀβυδηνοὶ δέ, συγκεκλεισμένοι καὶ σχεδὸν ἀπηλπικότες τὴν σωτηρίαν, πανδημεὶ προείλοντο τῆς εἱμαρμένης τυχεῖν μετὰ τῶν τέκνων καὶ τῶν γυναικῶν μᾶλλον ἢ ζῶντες ἔτι πρόληψιν ἔχειν τοῦ πεσεῖσθαι τὰ σφέτερα τέκνα καὶ τὰς γυναῖκας ὑπὸ τὴν τῶν ἐχθρῶν ἐξουσίαν.
但是,阿比多斯人被围困且几乎对生存绝望,他们宁可举国与孩子和妇女一起迎接命运的终结,也不愿在活着的时候预见到自己的孩子和妇女落入敌人的统治之下。
§16.32.5διὸ καὶ μάλιστʼ ἄν τις ἐπὶ τῆς Ἀβυδηνῶν περιπετείας μέμψαιτο τῇ τύχῃ, διότι τὰς μὲν τῶν προειρημένων συμφορὰς οἷον ἐλεήσασα παραυτίκα διωρθώσατο, περιθεῖσα τὴν νίκην ἅμα καὶ τὴν σωτηρίαν τοῖς ἀπηλπισμένοις, περὶ δʼ Ἀβυδηνῶν τὴν ἐναντίαν εἶχε διάληψιν.
因此,人们在阿比多斯人的悲剧巨变中最有理由责备命运女神,因为她仿佛出于怜悯,立即纠正了前述人们的灾难,将胜利与救赎同时赐予了那些绝望之人,但对于阿比多斯人,她却做出了相反的决定。
§16.32.6οἱ μὲν γὰρ ἄνδρες ἀπέθανον, ἡ δὲ πόλις ἑάλω, τὰ δὲ τέκνα σὺν αὐταῖς μητράσιν ἐγένετο τοῖς ἐχθροῖς ὑποχείρια.
因为男子们死去了,城市被攻陷了,孩子们和他们的母亲一同落入了敌人的手中。