Humanitext Reader

波利比奥斯 · 历史 §16.29.1-16.29.14

阿比多斯与赫拉克勒斯之柱海峡的地理对比

第 878 段,共 1311 段 · 希腊语

内容简介

记述腓力企图占领阿比多斯作为进入亚洲的立足点,并对比了阿比多斯海峡与赫拉克勒斯之柱海峡的地理特征及便利程度。

§16.29.1ὁ δὲ Φίλιππος ἐβούλετο παρελέσθαι Ῥωμαίων τὰς ἐν τούτοις τοῖς τόποις ἀφορμὰς καὶ τὰς ἐπιβάθρας. — ἵνα, §16.29.2ἐὰν πρόθηται διαβαίνειν αὖθις εἰς τὴν Ἀσίαν, ἐπιβάθραν ἔχοι τὴν Ἄβυδον.
腓力希望剥夺罗马人在这些地区的基地和立足点,以便如果他计划再次渡海进入亚洲,他能以阿比多斯为立足点。
§16.29.3τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν τῶν πόλεων τὸ μὲν διὰ πλειόνων ἐξαριθμεῖσθαι μάταιον εἶναί μοι δοκεῖ διὰ τὸ πάντας, ὧν καὶ μικρὸν ὄφελος, ἱστορηκέναι διὰ τὴν ἰδιότητα τῶν τόπων·
至于阿比多斯和塞斯托斯的位置以及这些城市的有利地理位置,详细列举在我看来是徒劳的,因为凡是略有见识的人,由于这些地方的独特性,都已经有所了解。
§16.29.4κεφαλαιωδῶς γε μὴν ὑπομνῆσαι τοὺς ἀναγινώσκοντας ἐπιστάσεως χάριν οὐκ ἄχρηστον εἶναι νομίζω πρὸς τὸ παρόν.
然而,我认为在当前情况下,为了提醒读者注意,以简要的方式提示一下并非无用。
§16.29.5γνοίη δʼ ἄν τις τὰ περὶ τὰς προειρημένας πόλεις οὐχ οὕτως ἐξ αὐτῶν τῶν ὑποκειμένων τόπων ὡς ἐκ τῆς παραθέσεως καὶ συγκρίσεως τῶν λέγεσθαι μελλόντων.
人们对上述城市情况的了解,与其说是来自这些地方本身的实际状况,不如说是通过对即将叙述的内容进行对照和比较。
§16.29.6καθάπερ γὰρ οὐδʼ ἐκ τοῦ παρὰ μέν τισιν Ὠκεανοῦ προσαγορευομένου, παρὰ δέ τισιν Ἀτλαντικοῦ πελάγους. δυνατὸν εἰς τὴν καθʼ ἡμᾶς θάλατταν εἰσπλεῦσαι μὴ οὐχὶ διὰ τοῦ καθʼ Ἡρακλέους στήλας περαιωθέντα στόματος, §16.29.7οὕτως οὐδʼ ἐκ τῆς καθʼ ἡμᾶς εἰς τὴν Προποντίδα καὶ τὸν Πόντον ἀφικέσθαι μὴ οὐχὶ διὰ τοῦ μεταξὺ Σηστοῦ καὶ Ἀβύδου διαστήματος ποιησάμενον τὸν εἴσπλουν.
因为,正如若不通过赫拉克勒斯之柱的海峡,就不可能从被一些人称为“大洋”、另一些人称为“大西洋”的海域航行进入我们的海一样,同样,若不从塞斯托斯和阿比多斯之间的通道驶入,也不可能从我们的海到达普罗蓬蒂斯和蓬托斯。
§16.29.8ὥσπερ δὲ πρός τινα λόγον τῆς τύχης ποιουμένης τὴν κατασκευὴν ἀμφοτέρων τῶν πορθμῶν, πολλαπλάσιον εἶναι συμβαίνει τὸν καθʼ Ἡρακλέους στήλας πόρον τοῦ κατὰ τὸν Ἑλλήσποντον· §16.29.9ὁ μὲν γάρ ἐστιν ἑξήκοντα σταδίων, ὁ δὲ κατὰ τὴν Ἄβυδον δυεῖν, ὡς ἂν εἴ τινος τεκμαιρομένου διὰ τὸ πολλαπλασίαν εἶναι τὴν ἔξω θάλατταν τῆς καθʼ ἡμᾶς.
而且,仿佛命运是按照某种比例设计了这两个海峡一样,赫拉克勒斯之柱处的通道恰好比赫勒斯滂处的通道宽许多倍;因为前者有六十斯塔德宽,而阿比多斯处的后者只有两斯塔德,这就像有人因外海比我们的海大许多倍而据此估算设计的一样。
§16.29.10εὐκαιρότερον μέντοι γε τοῦ καθʼ Ἡρακλείους στήλας στόματός ἐστι τὸ κατὰ τὴν Ἄβυδον.
然而,阿比多斯处的通道比赫拉克勒斯之柱的海峡更为便利。
§16.29.11τὸ μὲν γὰρ ἐξ ἀμφοῖν ὑπʼ ἀνθρώπων οἰκούμενον πύλης ἔχει διάθεσιν διὰ τὴν πρὸς ἀλλήλους ἐπιμιξίαν, ποτὲ μὲν γεφυρούμενον ὑπὸ τῶν πεζεύειν ἐπʼ ἀμφοτέρας τὰς ἠπείρους προαιρουμένων, ποτὲ δὲ πλωτευόμενον συνεχῶς· §16.29.12τὸ δὲ καθʼ Ἡρακλείους στήλας σπάνιον ἔχει τὴν χρῆσιν καὶ σπανίοις διὰ τὴν ἀνεπιμιξίαν τῶν ἐθνῶν τῶν πρὸς τοῖς πέρασι κατοικούντων τῆς Λιβύης καὶ τῆς Εὐρώπης καὶ διὰ τὴν ἀγνωσίαν τῆς ἐκτὸς θαλάττης.
因为前者两岸都有人居住,由于彼此间的交往,起到了大门的作用,时而由那些想要步行往来于两块大陆的人架设桥梁,时而则有船只不断通行;而赫拉克勒斯之柱处的通道则极少被使用,且仅供极少数人使用,这是由于居住在利比亚和欧洲尽头的各民族之间缺乏交往,以及对外海的无知。
§16.29.13αὐτὴ δʼ ἡ τῶν Ἀβυδηνῶν πόλις περιέχεται μὲν ἐξ ἀμφοῖν τοῖν μεροῖν ὑπὸ τῶν τῆς Εὐρώπης ἀκρωτηρίων, ἔχει δὲ λιμένα δυνάμενον σκέπειν ἀπὸ παντὸς ἀνέμου τοὺς ἐνορμοῦντας.
阿比多斯城本身两侧被欧洲的岬角包围,并拥有一个能够为停泊其中的船只遮蔽一切风浪的港口。
§16.29.14ἐκτὸς δὲ τῆς εἰς τὸν λιμένα καταγωγῆς οὐδαμῶς οὐδαμῇ δυνατόν ἐστιν ὁρμῆσαι πρὸς τὴν πόλιν διὰ τὴν ὀξύτητα καὶ βίαν τοῦ ῥοῦ τοῦ κατὰ τὸν πόρον.
除了驶入该港口之外,由于海峡中水流的湍急与凶猛,绝无可能从任何其他地方向该城靠岸。

词汇与语法注释

  1. §16.29.1ἐπιβάθρας — 该词字面意为“登船跳板”或“登岸桥头堡”,在此处比喻性地指代跨海进行军事行动的“立足点”或“桥头堡”。
  2. §16.29.3τὴν δὲ τῆς Ἀβύδου καὶ Σηστοῦ θέσιν καὶ τὴν εὐκαιρίαν — 置于句首的这些宾格名词短语是后文名词化不定式 `tò ... exarithmeisthai` 的直接宾语,为了起强调作用而前置(提题/先遣)。
  3. §16.29.6μὴ οὐχὶ — 否定助词组合 `mè ouchi` 用于双重否定句式(`oud'... dynaton... mè ouchi`)并修饰分词(`peraiōthenta`),表示强烈的必要性:“如果不通过……就不可能”。
  4. §16.29.9ὡς ἂν εἴ τινος τεκμαιρομένου — 短语 `hōs an ei` 在此与属格独立分词(`tinos tekmairomenou`)结合,引导一个虚拟的比较,“仿佛有人估算过一般”。
  5. §16.29.11τὸ μὲν — 在语法上与 §16.29.12 中的 `to de kath' Hērakleious stēlas` 相对比,此处的 `to men` 指的是第10节中引入的主题“阿比多斯处的通道”(`to kata tēn Abydon`)。

引用这一段

波利比奥斯, 历史 §16.29.1-16.29.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.29.1-16.29.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。