Humanitext Reader

波利比奥斯 · 历史 §16.27.1-16.27.5

罗马使节对腓力的告诫与出使东方

第 876 段,共 1311 段 · 希腊语

内容简介

罗马使节通过尼卡诺尔要求马其顿国王腓力停止在希腊的战争并接受审判,并在向伊庇鲁斯人等希腊势力传达相同意图后,启航前往安条克和托勒密处进行调停。

§16.27.1ὅτι καθʼ ὃν χρόνον οἱ τῶν Ῥωμαίων πρέσβεις ἐν ταῖς Ἀθήναις ἐποιοῦντο τὴν διατριβήν, Νικάνορος τοῦ παρὰ Φιλίππου κατατρέχοντος τὴν Ἀττικὴν ἕως τῆς Ἀκαδημείας, προδιαπεμψάμενοι πρὸς αὐτὸν οἱ §16.27.2Ῥωμαῖοι κήρυκα συνέμιξαν αὐτῷ καὶ παρεκάλεσαν ἀναγγεῖλαι τῷ Φιλίππῳ διότι Ῥωμαῖοι παρακαλοῦσι τὸν βασιλέα τῶν μὲν Ἑλλήνων μηδενὶ πολεμεῖν, τῶν δὲ γεγονότων εἰς Ἄτταλον ἀδικημάτων δίκας ὑπέχειν ἐν ἴσῳ κριτηρίῳ, §16.27.3καὶ διότι πράξαντι μὲν ταῦτα τὴν εἰρήνην ἄγειν ἔξεστι πρὸς Ῥωμαίους, μὴ βουλομένῳ δὲ πείθεσθαι τἀναντία συνεξακολουθήσειν ἔφασαν.
当罗马使节留在雅典期间,虽然腓力派来的尼卡诺尔正在侵扰阿提卡直至阿卡德米亚,但罗马人预先向他派出使者,与他会面并请求他转告腓力:罗马人要求这位国王不得与任何希腊人交战,并且对于对阿塔路斯所犯下的罪行,应在公正的法庭上接受审判;并且,如果他这样做,便可以与罗马人和平相处,但如果他不愿意顺从,他们声明相反的后果将会接踵而至。
ὁ μὲν οὖν Νικάνωρ ταῦτʼ ἀκούσας ἀπηλλάγη·
于是尼卡诺尔听完这些话后便离去了。
§16.27.4τὸν αὐτὸν δὲ λόγον τοῦτον οἱ Ῥωμαῖοι καὶ πρὸς Ἠπειρώτας εἶπαν περὶ Φιλίππου παραπλέοντες ἐν Φοινίκῃ καὶ πρὸς Ἀμύνανδρον ἀναβάντες εἰς Ἀθαμανίαν· παραπλησίως καὶ πρὸς Αἰτωλοὺς ἐν Ναυπάκτῳ καὶ πρὸς τοὺς Ἀχαιοὺς ἐν Αἰγίῳ.
罗马人在沿腓尼基航行时,也对伊庇鲁斯人说了关于腓力的这番同样的话;又进入阿塔马尼亚,对阿米南德说了同样的话;同样地,也对纳夫帕克托斯的埃托利亚人以及艾吉乌姆的亚该亚人说了同样的话。
§16.27.5τότε δὲ διὰ τοῦ Νικάνορος τῷ Φιλίππῳ ταῦτα δηλώσαντες αὐτοὶ μὲν ἀπέπλευσαν ὡς Ἀντίοχον καὶ Πτολεμαῖον ἐπὶ τὰς διαλύσεις.
当时,他们通过尼卡诺尔向腓力表明了这些意图后,自己便启航前往安条克和托勒密处进行调停。

词汇与语法注释

  1. 16.27.1Νικάνορος ... κατατρέχοντος — 属格独立分词。用于说明在罗马使节留在雅典的同一时期,尼卡诺尔正在侵扰阿提卡的背景情况。
  2. 16.27.2διότι — 在后古典时期的希腊语中(尤其是波利比乌斯等希腊化时期作家),διότι 经常不像古典希腊语那样表示原因(因为),而是等同于 ὅτι,用作引导间接引语或名词性从句的连词。在此处,它引导请求(παρεκάλεσαν)的具体内容。
  3. 16.27.3μὴ βουλομένῳ δὲ πείθεσθαι τἀναντία συνεξακολουθήσειν ἔφασαν — 与格分词 μὴ βουλομένῳ 与前句的 πράξαντι(如果他做)相对照,修饰省略的与格代词 αὐτῷ(指腓力),具有条件意(“如果他不愿顺从”)。同时,ἔφασαν(他们说)是主句动词,其后接宾格 τἀναντία(相反的事)和将来时不定式 συνεξακολουθήσειν,构成“宾格加不定式”结构(“相反的后果将接踵而至”)。
  4. 16.27.5ὡς Ἀντίοχον καὶ Πτολεμαῖον — 此处的 ὡς 起介词作用,与表示人的宾格名词(安条克和托勒密)连用,表示“到……那里”(相当于 πρός 或 εἰς)。

引用这一段

波利比奥斯, 历史 §16.27.1-16.27.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.27.1-16.27.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。