§16.26.1μετὰ δὲ ταῦτα συναγαγόντες ἐκκλησίαν ἐκάλουν τὸν προειρημένον.
此后,他们召集了公民大会,并邀请前述的国王。
§16.26.2παραιτουμένου δὲ καὶ φάσκοντος εἶναι φορτικὸν τὸ κατὰ πρόσωπον εἰσελθόντα διαπορεύεσθαι τὰς εὐεργεσίας τὰς αὑτοῦ τοῖς εὖ πεπονθόσι, §16.26.3τῆς εἰσόδου παρῆκαν, γράψαντα δʼ αὐτὸν ἠξίουν ἐκδοῦναι περὶ ὧν ὑπολαμβάνει συμφέρειν πρὸς τοὺς ἐνεστῶτας καιρούς.
但他予以婉拒,声称亲自出席并向受惠者历数自己的恩德是件粗俗的事,于是他们免除了他的出席,并请求他写下并呈递他认为对当前局势有益的意见。
§16.26.4τοῦ δὲ πεισθέντος καὶ γράψαντος εἰσήνεγκαν τὴν ἐπιστολὴν οἱ προεστῶτες.
当他同意并写好后,领袖们便将这封信呈交了上去。
§16.26.5ἦν δὲ τὰ κεφάλαια τῶν γεγραμμένων ἀνάμνησις τῶν πρότερον ἐξ αὐτοῦ γεγονότων εὐεργετημάτων εἰς τὸν δῆμον, ἐξαρίθμησις τῶν πεπραγμένων αὐτῷ πρὸς Φίλιππον κατὰ τοὺς ἐνεστῶτας καιρούς, §16.26.6τελευταία δὲ παράκλησις εἰς τὸν κατὰ Φιλίππου πόλεμον, καὶ διορκισμός, ὡς ἐὰν μὴ νῦν ἕλωνται συνεμβαίνειν εὐγενῶς εἰς τὴν ἀπέχθειαν ἅμα Ῥοδίοις καὶ Ῥωμαίοις καὶ αὐτῷ, μετὰ δὲ ταῦτα παρέντες τοὺς καιροὺς κοινωνεῖν βούλωνται τῆς εἰρήνης, ἄλλων αὐτὴν κατεργασαμένων, ἀστοχήσειν αὐτοὺς τοῦ τῇ πατρίδι συμφέροντος.
信中的要点是:回顾他以前对雅典人民所做的恩惠,列举他在当前局势下对腓力所采取的行动,以及最后,对与腓力交战的劝勉,和庄严的警告:如果他们现在不选择与罗得斯人、罗马人以及他自己一起高尚地投入敌对状态,而是在此之后错失良机,企图在他人赢得和平后共享其成,他们将损害国家利益。
§16.26.7τῆς δʼ ἐπιστολῆς ταύτης ἀναγνωσθείσης ἕτοιμον ἦν τὸ πλῆθος ψηφίζεσθαι τὸν πόλεμον καὶ διὰ τὰ λεγόμενα καὶ διὰ τὴν εὔνοιαν τὴν πρὸς τὸν Ἄτταλον.
这封信宣读完后,群众因信中所言以及对阿塔路斯的友好态度,随时准备决议宣战。
§16.26.8οὐ μὴν ἀλλὰ καὶ τῶν Ῥοδίων ἐπεισελθόντων καὶ πολλοὺς πρὸς τὴν αὐτὴν ὑπόθεσιν διαθεμένων λόγους, ἔδοξε τοῖς Ἀθηναίοις ἐκφέρειν τῷ Φιλίππῳ τὸν πόλεμον.
不仅如此,罗得斯人也进入会场,并就同一主题发表了许多演说,于是雅典人决定对腓力宣战。
§16.26.9ἀπεδέξαντο δὲ καὶ τοὺς Ῥοδίους μεγαλομερῶς καὶ τόν τε δῆμον ἐστεφάνωσαν ἀριστείων στεφάνῳ καὶ πᾶσι Ῥοδίοις ἰσοπολιτείαν ἐψηφίσαντο διὰ τὸ κἀκείνους αὐτοῖς χωρὶς τῶν ἄλλων τάς τε ναῦς ἀποκαταστῆσαι τὰς αἰχμαλώτους γενομένας καὶ τοὺς ἄνδρας.
他们也盛情款待了罗得斯人,授予其人民彰显功勋的冠冕,并决议赋予所有罗得斯人同等的公民权,因为罗得斯人也另外将捕获的船只和人员归还给了他们。
§16.26.10οἱ μὲν οὖν πρέσβεις οἱ παρὰ τῶν Ῥοδίων ταῦτα διαπράξαντες ἀνήχθησαν εἰς τὴν Κέων ἐπὶ τὰς νήσους μετὰ τοῦ στόλου. —
于是,罗得斯人的使节在办妥这些事情后,率领舰队启航前往群岛中的凯奥斯岛。