Humanitext Reader

波利比奥斯 · 历史 §16.25.1-16.25.9

雅典对阿塔路斯王的盛大欢迎与表彰

第 874 段,共 1311 段 · 希腊语

内容简介

描述了雅典邀请阿塔路斯国王入城,与罗马使节一同给予其空前热烈的欢迎,并授予他包括创设以其名字命名的部落在内的极高荣誉。

§16.25.1ὅτι ὁ τῶν Ἀθηναίων δῆμος ἐξέπεμπε πρεσβευτὰς πρὸς Ἄτταλον τὸν βασιλέα τοὺς ἅμα μὲν εὐχαριστήσοντας ἐπὶ τοῖς γεγονόσιν, ἅμα δὲ παρακαλέσοντας αὐτὸν ἐλθεῖν Ἀθήναζε χάριν τοῦ συνδιαλαβεῖν περὶ τῶν ἐνεστώτων.
雅典人向阿塔路斯国王派遣了使节,一方面对已发生的事表示感谢,另一方面邀请他来到雅典,以便共同商讨目前的局势。
§16.25.2ὁ δὲ βασιλεὺς μετά τινας ἡμέρας πυθόμενος καταπεπλευκέναι Ῥωμαίων πρεσβευτὰς εἰς τὸν Πειραιᾶ, καὶ νομίζων ἀναγκαῖον εἶναι τὸ συμμῖξαι τούτοις, ἀνήχθη κατὰ σπουδήν.
几天后,国王得知罗马使节已驶入比雷埃夫斯港,并认为有必要与他们会合,于是急忙启航。
§16.25.3ὁ δὲ τῶν Ἀθηναίων δῆμος γνοὺς τὴν παρουσίαν αὐτοῦ μεγαλομερῶς ἐψηφίσατο περὶ τῆς ἀπαντήσεως καὶ τῆς ὅλης ἀποδοχῆς τοῦ βασιλέως.
雅典人得知他的到来,便对迎接及对国王的整个接待做出了极为盛大的决议。
§16.25.4Ἄτταλος δὲ καταπλεύσας εἰς τὸν Πειραιᾶ τὴν μὲν πρώτην ἡμέραν ἐχρημάτισε τοῖς ἐκ τῆς Ῥώμης πρεσβευταῖς, θεωρῶν δʼ αὐτοὺς καὶ τῆς προγεγενημένης κοινοπραγίας μνημονεύοντας καὶ πρὸς τὸν κατὰ τοῦ Φιλίππου πόλεμον ἑτοίμους ὄντας περιχαρὴς ἦν.
阿塔路斯驶入比雷埃夫斯港后,第一天与来自罗马的使节进行了交涉,看到他们铭记先前的联合行动并对与腓力的战争做好准备,他感到无比高兴。
§16.25.5τῇ δʼ ἐπαύριον ἅμα τοῖς Ῥωμαίοις καὶ τοῖς τῶν Ἀθηναίων ἄρχουσιν ἀνέβαινεν εἰς ἄστυ μετὰ μεγάλης προστασίας·
第二天,他与罗马人以及雅典的官员一起,在盛大的随行队护送下上城。
οὐ γὰρ μόνον οἱ τὰς ἀρχὰς ἔχοντες μετὰ τῶν ἱππέων, ἀλλὰ καὶ πάντες οἱ πολῖται μετὰ τῶν τέκνων καὶ γυναικῶν ἀπήντων αὐτοῖς.
因为不仅是各级官员带着骑兵,所有的公民也带着妻子儿女出来迎接他们。
§16.25.6ὡς δὲ συνέμιξαν, τοιαύτη παρὰ τῶν πολλῶν ἐγένετο κατὰ τὴν ἀπάντησιν φιλανθρωπία πρός τε Ῥωμαίους καὶ ἔτι μᾶλλον πρὸς τὸν Ἄτταλον ὥσθʼ ὑπερβολὴν μὴ καταλιπεῖν.
当他们会合时,群众在迎接时对罗马人、尤其是对阿塔路斯展现出了极大的热情,以至于无法再加以超越。
ἐπεὶ δʼ εἰσῄει κατὰ τὸ Δίπυλον, §16.25.7ἐξ ἑκατέρου τοῦ μέρους παρέστησαν τὰς ἱερείας καὶ τοὺς ἱερεῖς.
当他从迪皮隆门进入时,祭司和女祭司们列队于两旁。
μετὰ δὲ ταῦτα πάντας μὲν τοὺς ναοὺς ἀνέῳξαν, ἐπὶ δὲ πᾶσι θύματα τοῖς βωμοῖς παραστήσαντες ἠξίωσαν αὐτὸν θῦσαι.
随后,他们开放了所有的神殿,并在所有的祭坛前备好祭品,请求他亲自献祭。
§16.25.8τὸ δὲ τελευταῖον ἐψηφίσαντο τιμὰς τηλικαύτας ἡλίκας οὐδενὶ ταχέως τῶν πρότερον εἰς αὐτοὺς εὐεργετῶν γεγονότων· §16.25.9πρὸς γὰρ τοῖς ἄλλοις καὶ φυλὴν ἐπώνυμον ἐποίησαν Ἀττάλῳ, καὶ κατένειμαν αὐτὸν εἰς τοὺς ἐπωνύμους τῶν ἀρχηγετῶν.
最后,他们决议授予他极大的荣誉,这是先前的恩人中不曾轻易有人获得过的;因为除了其他荣誉之外,他们还以阿塔路斯的名字命名了一个部落,并将他列入名祖英雄之中。

词汇与语法注释

  1. 16.25.1τοὺς ἅμα μὲν εὐχαριστήσοντας... ἅμα δὲ παρακαλέσοντας... — 带有定冠词 `τοὺς` 的将来分词 `εὐχαριστήσοντας` 和 `παρακαλέσοντας` 修饰宾格名词 `πρεσβευτάς`,起定语从句作用,同时传达了“为了……的使节”这一目的色彩。
  2. 16.25.4ἐχρημάτισε — 动词 `χρηματίζω` 在此处支配与格 `τοῖς ... πρεσβευταῖς`,表示“进行公事交涉”或“举行正式会谈”。
  3. 16.25.8τιμὰς τηλικαύτας ἡλίκας οὐδενὶ ταχέως τῶν πρότερον εἰς αὐτοὺς εὐεργετῶν γεγονότων — 与格 `οὐδενὶ` 是关系从句中省略的“决议/授予”动词的(间接)宾语。属格短语 `τῶν ... εὐεργετῶν` 作为其部分属格,并由与之呼应的属格分词 `γεγονότων` 修饰。副词 `ταχέως` 带有否定语气,表示“不易”或“几乎不”。

引用这一段

波利比奥斯, 历史 §16.25.1-16.25.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.25.1-16.25.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。