§16.24.1ὅτι Φίλιππος ὁ βασιλεὺς τοῦ χειμῶνος ἤδη καταρχομένου, καθʼ ὃν Πόπλιος Σολπίκιος ὕπατος κατεστάθη ἐν Ῥώμῃ, ποιούμενος τὴν διατριβὴν ἐν τοῖς Βαργυλίοις, θεωρῶν καὶ τοὺς Ῥοδίους καὶ τὸν Ἄτταλον οὐχ οἷον διαλύοντας τὸ ναυτικόν, ἀλλὰ καὶ προσπληροῦντας ναῦς καὶ φιλοτιμότερον προσκειμένους ταῖς φυλακαῖς, δυσχρήστως διέκειτο καὶ πολλὰς καὶ ποικίλας εἶχε περὶ τοῦ μέλλοντος ἐπινοίας.
腓力国王在冬季已经开始之际——在此期间普布里乌斯·苏尔皮基乌斯在罗马被任命为执政官——正滞留在巴尔吉利亚,他看到罗得斯人和阿塔路斯不仅没有解散舰队,反而还在补充船只,并更加热心地执行警戒,因而陷入了艰难的境地,对未来抱有许多复杂的盘算。
§16.24.2ἅμα μὲν γὰρ ἠγωνία τὸν ἐκ τῶν Βαργυλίων ἔκπλουν καὶ προεωρᾶτο τὸν κατὰ θάλατταν κίνδυνον, ἅμα δὲ τοῖς κατὰ τὴν Μακεδονίαν πράγμασι διαπιστῶν οὐδαμῶς ἐβούλετο παραχειμάζειν κατὰ τὴν Ἀσίαν, φοβούμενος [μὲν οὖν] καὶ τοὺς Αἰτωλοὺς καὶ τοὺς Ῥωμαίους· §16.24.3καὶ γὰρ οὐδʼ ἠγνόει τὰς ἐξαποστελλομένας κατʼ αὐτοῦ πρεσβείας εἰς Ῥώμην, §16.24.4διόπερ πέρας ἔχει τὰ κατὰ τὴν Λιβύην.
因为他一方面为从巴尔吉利亚走海路撤离感到焦虑,预见到海上的危险,另一方面又对马其顿的局势深感不安,绝不想在亚洲过冬,同时也惧怕埃托利亚人和罗马人;事实上,他并非不知道那些针对他而被派往罗马的使节团,也并非不知道因此利比亚的事态已经结束。
ἐξ ὧν ἐδυσχρηστεῖτο μὲν ὑπερβαλλόντως, ἠναγκάζετο δὲ κατὰ τὸ παρὸν ἐπιμένων αὐτοῦ, τὸ δὴ λεγόμενον, λύκου βίον ζῆν.
由于这些原因,他陷入了极度的困境,被迫在目前留在原地,过着所谓的“狼一般的日子”。
§16.24.5παρʼ ὧν μὲν γὰρ ἁρπάζων καὶ κλέπτων, τοὺς δʼ ἀποβιαζόμενος, ἐνίους δὲ παρὰ φύσιν αἰκάλλων διὰ τὸ λιμώττειν αὐτῷ τὸ στράτευμα, ποτὲ μὲν ἐσιτεῖτο κρέα, ποτὲ δὲ σῦκα, ποτὲ δὲ σιτάρια βραχέα παντελῶς· §16.24.6ὧν τινὰ μὲν αὐτῷ Ζεῦξις ἐχορήγει, τὰ δὲ Μυλασεῖς καὶ Ἀλαβανδεῖς καὶ Μάγνητες, οὕς, ὁπότε μέν τι δοῖεν, ἔσαινεν, ὅτε δὲ μὴ δοῖεν, ὑλάκτει καὶ ἐπεβούλευεν αὐτοῖς.
因为由于他的军队正在挨饿,他通过对一些人进行抢劫和偷盗,对另一些人施加暴力,对另外一些人则违背本性地巴结奉承,有时吃肉,有时吃无花果,有时只吃极少量的谷物;这些食物中,有一些是宙克西斯提供给他的,另一些则是由米拉萨人、阿拉班达人和马格内西亚人提供的,每当这些人给他东西时,他就对他们摇尾乞怜,而当他们不给时,他就对他们狂吠并暗中算计他们。
§16.24.7τέλος ἐπὶ τὴν Μυλασέων πόλιν πράξεις συνεστήσατο διὰ Φιλοκλέους, ἐσφάλη δὲ διὰ τὴν ἀλογίαν τῆς ἐπιβολῆς.
最终,他通过菲洛克莱斯对米拉萨城策划了阴谋,但由于计划的荒谬而失败了。
§16.24.8τὴν δʼ Ἀλαβανδέων χώραν ὡς πολεμίαν κατέφθειρε, φήσας ἀναγκαῖον εἶναι πορίζειν τῷ στρατεύματι τὰ πρὸς τὴν τροφήν.
他将阿拉班达的领土视同敌国予以摧毁,声称必须为军队筹集给养。
— §16.24.9Πολύβιος δʼ ὁ Μεγαλοπολίτης ἐν τῇ ι#2# τῶν ἱστοριῶν "3Φίλιπποσ"3 φησὶν "3ὁ Περσέως πατήρ, ὅτε τὴν Ἀσίαν κατέτρεχεν, ἀπορῶν τροφῶν τοῖς στρατιώταις παρὰ Μαγνήτων, ἐπεὶ σῖτον οὐκ εἶχον, σῦκα ἔλαβε.
— 然而,梅加洛波利斯的波利比乌斯在《历史》第ι#2#卷中说:“珀尔修斯的父亲腓力在席卷亚洲时,因士兵缺乏粮食,在马格内西亚人没有谷物的情况下,接受了他们的无花果。
διὸ καὶ Μυοῦντος κυριεύσας τοῖς Μάγνησιν ἐχαρίσατο τὸ χωρίον ἀντὶ τῶν σύκων"3.
因此,当他占领迈乌斯后,便将该地赠送给马格内西亚人,以回报那些无花果。
—
” —