§16.23.1Πόπλιος δὲ Σκιπίων ἧκεν ἐκ Λιβύης οὐ πολὺ κατόπιν τῶν προειρημένων καιρῶν.
普布里乌斯·西庇阿在上述时间后不久从利比亚返回。
§16.23.2οὔσης δὲ τῆς προσδοκίας τῶν πολλῶν ἀκολούθου τῷ μεγέθει τῶν πράξεων, μεγάλην εἶναι συνέβαινε καὶ τὴν φαντασίαν περὶ τὸν ἄνδρα καὶ τὴν τοῦ πλήθους εὔνοιαν πρὸς αὐτόν. §16.23.3καὶ τοῦτʼ εἰκότως ἐκ τῶν κατὰ λόγον ἐγίνετο καὶ καθηκόντως·
由于大众的期待与其伟业的规模相称,因此人们对这位伟人的崇敬以及群众对他的好感都变得极大。
§16.23.4οὐδέποτε γὰρ ἂν ἐλπίσαντες Ἀννίβαν ἐκβαλεῖν ἐξ Ἰταλίας οὐδʼ ἀποτρίψασθαι τὸν ὑπὲρ αὑτῶν καὶ τῶν ἀναγκαίων κίνδυνον, τότε δοκοῦντες ἤδη βεβαίως οὐ μόνον ἐκτὸς γεγονέναι παντὸς φόβου καὶ πάσης περιστάσεως, ἀλλὰ καὶ κρατεῖν τῶν ἐχθρῶν, ὑπερβολὴν οὐ κατέλιπον χαρᾶς.
这一点发生得合情合理,也是理所当然的;因为他们先前绝不曾指望能将汉尼拔驱逐出意大利,也未曾奢望能免除自身及亲人的危险,而此时他们不仅确信自己已完全摆脱了一切恐惧与困境,甚至已经战胜了敌人,因此他们毫无保留地释放了极大的喜悦。
ὡς δὲ καὶ τὸν θρίαμβον εἰσῆγε, §16.23.5τότε καὶ μᾶλλον ἔτι διὰ τῆς τῶν εἰσαγομένων ἐνεργείας μιμνησκόμενοι τῶν προγεγονότων κινδύνων ἐκπαθεῖς ἐγίνοντο κατά τε τὴν πρὸς θεοὺς εὐχαριστίαν καὶ κατὰ τὴν πρὸς τὸν αἴτιον τῆς τηλικαύτης μεταβολῆς εὔνοιαν.
当他举行凯旋式时,罗马人通过亲眼目睹被带入现场的事物的生动呈现,更加唤起了对昔日危险的记忆,无论是在对神明的感激上,还是在对带来如此巨变之功臣的爱戴上,他们都陷入了极度的狂热之中。
§16.23.6καὶ γὰρ ὁ Σόφαξ ὁ τῶν Μασαισυλίων βασιλεὺς ἤχθη τότε διὰ τῆς πόλεως ἐν τῷ θριάμβῳ μετὰ τῶν αἰχμαλώτων· ὃς καὶ μετά τινα χρόνον ἐν τῇ φυλακῇ τὸν βίον μετήλλαξε.
事实上,马萨伊苏利人的国王西法克斯当时也与俘虏们一起,在凯旋式中被带过全城;此人在一段时间后在狱中结束了一生。
§16.23.7τούτων δὲ συντελεσθέντων οἱ μὲν ἐν τῇ Ῥώμῃ κατὰ τὸ συνεχὲς ἐπὶ πολλὰς ἡμέρας ἀγῶνας ἦγον καὶ πανηγύρεις ἐπιφανῶς, χορηγὸν ἔχοντες εἰς ταῦτα τὴν Σκιπίωνος μεγαλοψυχίαν.
这些活动结束之后,罗马的居民连续许多天举行了盛大的竞技会和节日庆典,并将西庇阿的慷慨视为这些活动的资助源泉。