§16.22a.1ὅτι Ἀντιόχου τοῦ βασιλέως τὴν τῶν Γαζαίων πόλιν πορθήσαντος φησὶν ὁ Πολύβιος· §16.22a.2ἐμοὶ δὲ καὶ δίκαιον ἅμα καὶ πρέπον εἶναι δοκεῖ τὸ τοῖς Γαζαίοις ἀποδοῦναι τὴν καθήκουσαν μαρτυρίαν.
关于安条克国王掠夺加沙人的城市,波里比乌斯说道: “在我看来,给加沙人以应有的赞誉,既是正义的,同时也是合宜的。
§16.22a.3οὐδὲν γὰρ διαφέροντες ἀνδρείᾳ τῶν κατὰ Κοίλην Συρίαν πρὸς τὰς πολεμικὰς πράξεις, ἐν κοινωνίᾳ πραγμάτων καὶ τῷ τηρεῖν τὴν πίστιν πολὺ διαφέρουσι καὶ συλλήβδην ἀνυπόστατον ἔχουσι τὴν τόλμαν.
因为在军事行动的勇敢上,他们与柯里叙利亚的居民毫无二致,但在参与共同事务和坚守忠诚方面,他们却大不相同,总而言之,他们拥有无可动摇的勇气。
§16.22a.4κατὰ γὰρ τὴν Περσῶν ἔφοδον ἐκπλαγέντων τῶν ἄλλων διὰ τὸ μέγεθος τῆς δυναστείας, καὶ πάντων ἐγχειρισάντων σφᾶς αὐτοὺς καὶ τὰς πατρίδας Μήδοις, μόνοι τὸ δεινὸν ὑπέμειναν πάντες, τὴν πολιορκίαν ἀναδεξάμενοι.
的确,在波斯人入侵时,其他人因其帝国的强大而惊恐万状,所有人都将自己和祖国奉献给米底亚人,唯独他们全体通过承受包围,挺过了这一险境。
§16.22a.5κατὰ δὲ τὴν Ἀλεξάνδρου παρουσίαν οὐ μόνον τῶν ἄλλων παραδεδωκότων αὑτούς, ἀλλὰ καὶ Τυρίων ἐξηνδραποδισμένων μετὰ βίας, καὶ σχεδὸν ἀνελπίστου τῆς σωτηρίας ὑπαρχούσης τοῖς ἐναντιουμένοις πρὸς τὴν ὁρμὴν καὶ βίαν τὴν Ἀλεξάνδρου, μόνοι τῶν κατὰ Συρίαν ὑπέστησαν καὶ πάσας ἐξήλεγξαν τὰς ἐλπίδας.
而在亚历山大到来时,不仅其他人已经投降,连泰尔人也被武力奴役,且对于那些反抗亚历山大攻势与暴烈的人来说,生存的希望几乎已经断绝,唯独叙利亚人中的他们挺身抵抗,并测试了一切希望。
§16.22a.6τὸ δὲ παραπλήσιον ἐποίησαν καὶ κατὰ τοὺς ἐνεστῶτας καιρούς· οὐδὲν γὰρ ἀπέλειπον τῶν ἐνδεχομένων, σπουδάζοντες διαφυλάξαι τὴν πρὸς τὸν Πτολεμαῖον πίστιν.
在当前的局势下,他们也做了同样的事;因为他们竭力维护对普托莱米奥斯的忠诚,在可能的事情上毫无保留。
§16.22a.7διὸ καθάπερ καὶ κατʼ ἰδίαν ἐπισημαινόμεθα τοὺς ἀγαθοὺς ἄνδρας ἐν τοῖς ὑπομνήμασι, τὸν αὐτὸν τρόπον χρὴ καὶ κοινῇ τῶν πόλεων τὴν ἐπʼ ἀγαθῷ ποιήσασθαι μνήμην, ὅσαι τῶν καλῶν ἐκ παραδόσεώς τι καὶ προθέσεως πράττειν εἰώθασιν.
因此,正像我们在历史记录中单独表彰优秀的个人一样,我们也应该以同样的方式,对那些习惯于凭传统和决心去践行高尚行为的城市,予以公开的、善意的记载。 ”