§16.22.1ξενικὰς καὶ στρατιωτικὰς χάριτας.
……向外国人及士兵施加恩惠。
ἐφʼ οἷς οἱ περὶ τὴν αὐλὴν ἀσχάλλοντες πάντα παρεσημαίνοντο καὶ βαρέως αὐτοῦ τὴν αὐθάδειαν ὑπέφερον, τὸν δὲ Σωσίβιον ἐκ παραθέσεως ἐθαύμαζον.
对此,宫廷中的人们感到愤慨,密切监视着一切,难以忍受他的傲慢,但相比之下,他们却十分器重索西比乌斯。
§16.22.2ἐδόκει γὰρ οὗτος τοῦ τε βασιλέως προεστάναι φρονιμώτερον ἢ κατὰ τὴν ἡλικίαν, τήν τε πρὸς τοὺς ἐκτὸς ἀπάντησιν ἀξίαν ποιεῖσθαι τῆς ἐγκεχειρισμένης αὐτῷ πίστεως· αὕτη δʼ ἦν ἡ σφραγὶς καὶ τὸ τοῦ βασιλέως σῶμα.
\n 因为在人们看来,他辅佐国王比他的年龄更显得聪慧,而且他在接待外宾时表现得不负所托;这托付便是印章以及国王的人身安全。
§16.22.3κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀνακομιζόμενος ἥκει παρὰ τοῦ Φιλίππου Πτολεμαῖος ὁ Σωσιβίου.
\n 就在此时,索西比乌斯的儿子普托莱米奥斯从菲利普那里返回。
§16.22.4καὶ πρὶν μὲν οὖν ἐκ τῆς Ἀλεξανδρείας ἐκπλεῦσαι πλήρης ἦν τύφου διά τε τὴν ἰδίαν φύσιν καὶ διὰ τὴν προσγεγενημένην ἐκ τοῦ πατρὸς εὐκαιρίαν·
\n 早在他从亚历山大里亚乘船出发之前,由于其天性以及因父亲而获得的优越地位,他就已经充满了傲慢。
§16.22.5ὡς δὲ καταπλεύσας εἰς τὴν Μακεδονίαν συνέμιξε τοῖς περὶ τὴν αὐλὴν νεανίσκοις, ὑπολαβὼν εἶναι τὴν Μακεδόνων ἀνδρείαν ἐν τῇ τῆς ὑποδέσεως καὶ τῇ τῆς ἐσθῆτος διαφορᾷ, παρῆν ταῦτα πάντʼ ἐζηλωκὼς καὶ πεπεισμένος αὑτὸν μὲν ἄνδρα γεγονέναι διὰ τὴν ἐκδημίαν καὶ διὰ τὸ Μακεδόσιν ὡμιληκέναι, τοὺς δὲ κατὰ τὴν Ἀλεξάνδρειαν ἀνδράποδα καὶ βλᾶκας διαμένειν.
\n 而当他乘船抵达马其顿并与宫廷的青年人交往后,他误以为马其顿人的男子气概在于其鞋履和服饰的独特,于是模仿了所有这些东西而返回,并坚信自己通过这次出国旅行以及与马其顿人的交往已经成了一个真正的男人,而亚历山大里亚的那些人则依然是奴隶和蠢货。
§16.22.6διόπερ εὐθέως ἐζηλοτύπει καὶ παρετρίβετο πρὸς τὸν Τληπόλεμον.
\n 因此,他立即对特勒波勒莫斯产生了嫉妒并与其发生摩擦。
§16.22.7πάντων δʼ αὐτῷ συγκατατιθεμένων τῶν περὶ τὴν αὐλὴν διὰ τὸ τὸν Τληπόλεμον καὶ τὰ πράγματα καὶ τὰ χρήματα μὴ ὡς ἐπίτροπον, ἀλλʼ ὡς κληρονόμον χειρίζειν, ταχέως ηὐξήθη τὰ τῆς διαφορᾶς.
\n 由于特勒波勒莫斯处理政务和资金时不像是一个监护人,而像是一个继承人,宫廷中的所有人便都随声附和普托莱米奥斯,使得他们之间的分歧迅速加剧。
§16.22.8καθʼ ὃν καιρὸν ὁ Τληπόλεμος, προσπιπτόντων αὐτῷ λόγων δυσμενικῶν ἐκ τῆς τῶν αὐλικῶν παρατηρήσεως καὶ κακοπραγμοσύνης, τὰς μὲν ἀρχὰς παρήκουε καὶ κατεφρόνει τῶν λεγομένων.
\n 在这个时候,特勒波勒莫斯虽然因朝臣们的监视和恶意中伤而听到了针对他的敌对言论,但起初他充耳不闻,对所说的话不屑一顾。
§16.22.9ὡς δέ ποτε καὶ κοινῇ συνεδρεύσαντες ἐτόλμησαν ἐν τῷ μέσῳ καταμέμφεσθαι τὸν Τληπόλεμον, ὡς κακῶς χειρίζοντα τὰ κατὰ τὴν βασιλείαν, οὐ παρόντος αὐτοῦ, §16.22.10τότε δὴ παροξυνθεὶς συνῆγε τὸ συνέδριον καὶ παρελθὼν ἐκείνους μὲν ἔφη λάθρᾳ καὶ κατʼ ἰδίαν ποιεῖσθαι κατʼ αὐτοῦ τὰς διαβολάς, αὐτὸς δʼ ἔκρινε κοινῇ καὶ κατὰ πρόσωπον αὐτῶν ποιήσασθαι τὴν κατηγορίαν.
\n 然而,有一次他们竟敢在集体开会时,趁特勒波勒莫斯不在场,公然指责他治理王国不力,\n 就在那时,他被激怒了,召集了会议并走上前来,宣称他们是在暗中和私下里对他进行诽谤,而他决定公开且当面指控他们。
— §16.22.11ὅτι μετὰ τὴν δημηγορίαν ἔλαβε καὶ τὴν σφραγῖδα παρὰ Σωσιβίου, καὶ ταύτην παρειληφὼς ὁ Τληπόλεμος λοιπὸν ἤδη πάντα τὰ πράγματα κατὰ τὴν αὑτοῦ προαίρεσιν ἔπραττεν.
\n 在演讲之后,他还从索西比乌斯那里接过了印章,接管了印章的特勒波勒莫斯从此便完全按照自己的意愿处理一切事务。