§16.22.1ξενικὰς καὶ στρατιωτικὰς χάριτας.
...favors to foreigners and soldiers.
ἐφʼ οἷς οἱ περὶ τὴν αὐλὴν ἀσχάλλοντες πάντα παρεσημαίνοντο καὶ βαρέως αὐτοῦ τὴν αὐθάδειαν ὑπέφερον, τὸν δὲ Σωσίβιον ἐκ παραθέσεως ἐθαύμαζον. §16.22.2ἐδόκει γὰρ οὗτος τοῦ τε βασιλέως προεστάναι φρονιμώτερον ἢ κατὰ τὴν ἡλικίαν, τήν τε πρὸς τοὺς ἐκτὸς ἀπάντησιν ἀξίαν ποιεῖσθαι τῆς ἐγκεχειρισμένης αὐτῷ πίστεως· αὕτη δʼ ἦν ἡ σφραγὶς καὶ τὸ τοῦ βασιλέως σῶμα. §16.22.3κατὰ δὲ τὸν καιρὸν τοῦτον ἀνακομιζόμενος ἥκει παρὰ τοῦ Φιλίππου Πτολεμαῖος ὁ Σωσιβίου. §16.22.4καὶ πρὶν μὲν οὖν ἐκ τῆς Ἀλεξανδρείας ἐκπλεῦσαι πλήρης ἦν τύφου διά τε τὴν ἰδίαν φύσιν καὶ διὰ τὴν προσγεγενημένην ἐκ τοῦ πατρὸς εὐκαιρίαν· §16.22.5ὡς δὲ καταπλεύσας εἰς τὴν Μακεδονίαν συνέμιξε τοῖς περὶ τὴν αὐλὴν νεανίσκοις, ὑπολαβὼν εἶναι τὴν Μακεδόνων ἀνδρείαν ἐν τῇ τῆς ὑποδέσεως καὶ τῇ τῆς ἐσθῆτος διαφορᾷ, παρῆν ταῦτα πάντʼ ἐζηλωκὼς καὶ πεπεισμένος αὑτὸν μὲν ἄνδρα γεγονέναι διὰ τὴν ἐκδημίαν καὶ διὰ τὸ Μακεδόσιν ὡμιληκέναι, τοὺς δὲ κατὰ τὴν Ἀλεξάνδρειαν ἀνδράποδα καὶ βλᾶκας διαμένειν. §16.22.6διόπερ εὐθέως ἐζηλοτύπει καὶ παρετρίβετο πρὸς τὸν Τληπόλεμον. §16.22.7πάντων δʼ αὐτῷ συγκατατιθεμένων τῶν περὶ τὴν αὐλὴν διὰ τὸ τὸν Τληπόλεμον καὶ τὰ πράγματα καὶ τὰ χρήματα μὴ ὡς ἐπίτροπον, ἀλλʼ ὡς κληρονόμον χειρίζειν, ταχέως ηὐξήθη τὰ τῆς διαφορᾶς. §16.22.8καθʼ ὃν καιρὸν ὁ Τληπόλεμος, προσπιπτόντων αὐτῷ λόγων δυσμενικῶν ἐκ τῆς τῶν αὐλικῶν παρατηρήσεως καὶ κακοπραγμοσύνης, τὰς μὲν ἀρχὰς παρήκουε καὶ κατεφρόνει τῶν λεγομένων. §16.22.9ὡς δέ ποτε καὶ κοινῇ συνεδρεύσαντες ἐτόλμησαν ἐν τῷ μέσῳ καταμέμφεσθαι τὸν Τληπόλεμον, ὡς κακῶς χειρίζοντα τὰ κατὰ τὴν βασιλείαν, οὐ παρόντος αὐτοῦ, §16.22.10τότε δὴ παροξυνθεὶς συνῆγε τὸ συνέδριον καὶ παρελθὼν ἐκείνους μὲν ἔφη λάθρᾳ καὶ κατʼ ἰδίαν ποιεῖσθαι κατʼ αὐτοῦ τὰς διαβολάς, αὐτὸς δʼ ἔκρινε κοινῇ καὶ κατὰ πρόσωπον αὐτῶν ποιήσασθαι τὴν κατηγορίαν. — §16.22.11ὅτι μετὰ τὴν δημηγορίαν ἔλαβε καὶ τὴν σφραγῖδα παρὰ Σωσιβίου, καὶ ταύτην παρειληφὼς ὁ Τληπόλεμος λοιπὸν ἤδη πάντα τὰ πράγματα κατὰ τὴν αὑτοῦ προαίρεσιν ἔπραττεν.
At these things, those about the court, being vexed, watched everything closely and bore his arrogance with difficulty, but by contrast, they admired Sosibius.\n For he seemed to direct the king more wisely than was expected for his age, and to make his reception of foreigners worthy of the trust committed to him; and this trust was the signet-ring and the person of the king.\n At this time, Ptolemy, the son of Sosibius, arrived, returning from Philip.\n Even before he sailed out of Alexandria, he was full of pride, both because of his own nature and because of the advantageous position derived from his father.\n But when, having sailed to Macedonia, he associated with the youths of the court, supposing that the manliness of the Macedonians consisted in the peculiarity of their footwear and dress, he returned having emulated all these things, and being convinced that he himself had become a man through his travel abroad and his intercourse with the Macedonians, whereas those in Alexandria remained slaves and fools.\n Therefore he immediately became jealous and came into conflict with Tlepolemus.\n And as all those about the court sided with him, because Tlepolemus managed both the affairs and the funds not as a guardian but as an heir, the discord quickly increased.\n At this time Tlepolemus, when hostile reports fell upon him from the observation and malicious interference of the courtiers, at first turned a deaf ear and despised what was said.\n But when on one occasion they dared, in a common council during his absence, openly to censure Tlepolemus as managing the affairs of the kingdom badly,\n then indeed, being provoked, he assembled the council, and coming forward said that they made their slanders against him in secret and in private, but he had decided to make his accusation publicly and face to face with them.\n After his public speech, he also received the signet-ring from Sosibius, and having taken it over, Tlepolemus from then on managed all affairs according to his own preference.