Humanitext Reader

波利比奥斯 · 历史 §16.16.1-16.16.9

批判芝诺关于纳比斯进军路线的地理错误

第 864 段,共 1311 段 · 希腊语

内容简介

作者严厉批评了历史学家芝诺在地理描述上的错误。他以哥林斯周边同样荒谬的虚构路线为例,论证了芝诺所描绘的斯巴达国王纳比斯的进军路线在实际地理方位(东北与西南)上是完全不可能成立的。

§16.16.1ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ κατὰ Μεσσηνίους παρασπονδήματος.
紧接上述内容,他们记述了针对美塞尼亚人的背信弃义行为。
§16.16.2ἐν ᾧ φησιν ὁ Ζήνων ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς. Λακεδαίμονος καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν παρὰ τὸν Ὁπλίτην προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς στενῆς παρὰ τὸ Πολιάσιον, ἕως ἐπὶ τοὺς κατὰ Σελλασίαν ἀφίκετο τόπους· §16.16.3ἐντεῦθεν δʼ ἐπὶ Θαλάμας ἐπιβαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τὸν Πάμισον ποταμόν.
在其中,芝诺声称纳比斯从拉刻代蒙出发,渡过欧罗塔斯河,经过被称为“霍普利特斯”的地方,通过波利亚西翁旁的狭窄道路,直到抵达塞拉西亚附近的地区;随后从那里折向塔拉迈,途经法赖,抵达帕米索斯河。
§16.16.4ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν· τοιαύτην γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην ὥστε μηδὲν διαφέρειν τοῦ λέγειν ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν καὶ διαπορευθεὶς τὸν Ἰσθμὸν καὶ συνάψας ταῖς Σκειρωνίσιν εὐθέως ἐπὶ τὴν Κοντοπορίαν ἐπέβαλε καὶ παρὰ τὰς Μυκήνας ἐποιεῖτο τὴν πορείαν εἰς Ἄργος.
对此,我不知道该说什么好;因为上述所有陈述合在一起具有这样的性质,以至于这与说一个人从哥林斯出发,穿过地峡,抵达斯凯罗尼亚岩石后,立刻进入孔托波里亚通道,并经过迈锡尼前往阿耳戈斯毫无区别。
ταῦτα γὰρ οὐχ οἷον παρὰ μικρόν ἐστιν, §16.16.5ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα, καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνατολὰς τοῦ Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν καὶ Μυκήνας ἔγγιστα πρὸς δύσεις χειμερινάς,
因为这些地方不仅仅是稍微偏离,而是处于彼此完全相反的方向:地峡和斯基拉德斯一带位于哥林斯的东面,而孔托波里亚和迈锡尼一带则极靠近西南方向。
§16.16.6ὥστʼ εἶναι τελέως ἀδύνατον ἀπὸ τῶν προηγουμένων ἐπιβαλεῖν τοῖς προειρημένοις τόποις.
结果是,完全不可能从前者到达上述的后者地方。
§16.16.7τὸ δʼ αὐτὸ καὶ περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν· §16.16.8ὁ μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς, τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον ὡς πρὸς τὰς χειμερινὰς δύσεις, §16.16.9ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλʼ οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν.
同样的情况也发生在拉刻代蒙周围的地方;因为欧罗塔斯河和塞拉西亚周围的地区位于斯巴达的东北方向(夏至日出方向),而塔拉迈、法赖和帕米索斯周围的地区则位于西南方向(冬至日落方向);因此,对于意图途经塔拉迈前往美塞尼亚的人来说,不仅不需要去塞拉西亚,甚至连渡过欧罗塔斯河也是不必要的。

词汇与语法注释

  1. 16.16.2πορεύεσθαι — 由动词 φησιν(他说)引导的间接引语(宾格加不定式结构)中的主要不定式。其逻辑主语为宾格的 τὸν Νάβιν(纳比斯),先前的分词 ὁρμήσαντα(出发)和 διαβάντα(渡过)也与之保持宾格一致。
  2. 16.16.4τοιαύτην... ὥστε — 表示结果的相关结构(“具有如此特征……以至于……”)。依附于 ὥστε 的不定式是 διαφέρειν(不同),它支配着属格冠词性不定式 τοῦ λέγειν(与说……)作为比较对象,其后连接解释性的 ὅτι 从句。
  3. 16.16.8θερινὰς ἀνατολάς — 字面意为“夏天的日出”,但在古希腊地理学与天文学中,它是指夏至日出的方向,即“东北”。与其相对的 χειμερινὰς δύσεις 则指冬至日落的方向,即“西南”。
  4. 16.16.9τὸν προτιθέμενον — 在由 δέον ἐστί(需要)构成的无人称结构中,该宾格分词用作不定式 διαβαίνειν(渡过)的逻辑主语(对于意图……的人)。

引用这一段

波利比奥斯, 历史 §16.16.1-16.16.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:16.16.1-16.16.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。