§16.12.1ἡ δὲ τῶν Ἰασέων πόλις κεῖται μὲν ἐπὶ τῆς Ἀσίας ἐν τῷ κόλπῳ τῷ μεταξὺ κειμένῳ τοῦ τῆς Μιλησίας Ποσειδίου καὶ τῆς Μυνδίων πόλεως, προσαγορευομένῳ, παρὰ δὲ τοῖς πλείστοις Βαργυλιητικῷ συνωνύμως ταῖς περὶ τὸν μυχὸν αὐτοῦ πόλεσιν ἐκτισμέναις.
亚索斯城位于亚洲,座落在米利都领地的波塞迪翁角与敏多斯城之间的海湾畔;该海湾被称作[亚索斯湾],但在大多数人那里,因与该海湾内端所建的城市同名,也被称为巴尔居利亚湾。
§16.12.2εὔχονται δὲ τὸ μὲν ἀνέκαθεν Ἀργείων ἄποικοι γεγονέναι, μετὰ δὲ ταῦτα Μιλησίων, ἐπαγαγομένων τῶν προγόνων τὸν Νηλέως υἱὸν τοῦ κτίσαντος Μίλητον διὰ τὴν ἐν τῷ Καρικῷ πολέμῳ γενομένην φθορὰν αὐτῶν.
他们自称起初是阿哥斯人的殖民者,其后成为米利都人的殖民者——因为在卡里亚战争中遭受了毁灭性的打击,他们的祖先迎来了米利都创建者涅琉斯的儿子。
τὸ δὲ μέγεθος τῆς πόλεώς ἐστι δέκα στάδια.
该城市的规模为十斯塔德。
§16.12.3καταπεφήμισται δὲ καὶ πεπίστευται παρὰ μὲν τοῖς Βαργυλιήταις διότι τὸ τῆς Κινδυάδος Ἀρτέμιδος ἄγαλμα, καίπερ ὂν ὑπαίθριον, οὔτε νίφεται τὸ παράπαν οὔτε βρέχεται,
在巴尔居利亚人中流传并被深信的是,辛迪亚斯的阿耳忒弥斯雕像虽然立于露天之中,却完全不会被落雪覆盖,也不会被雨淋湿。
§16.12.4παρὰ δὲ τοῖς Ἰασεῦσι τὸ τῆς Ἀστιάδος· καὶ ταῦτά τινες εἰρήκασι καὶ τῶν συγγραφέων.
而在亚索斯人中,对阿斯蒂亚斯的雕像也有同样的信仰;有些历史学家也记载了这些事情。
§16.12.5ἐγὼ δὲ πρὸς τὰς τοιαύτας ἀποφάσεις τῶν ἱστοριογράφων οὐκ οἶδʼ ὅπως παρʼ ὅλην τὴν πραγματείαν ἐναντιούμενος καὶ δυσανασχετῶν διατελῶ.
至于我,对于历史撰写者的此类说辞,不知为何,在我的整部著作中始终持反对态度并感到难以容忍。
§16.12.6δοκεῖ γάρ μοι τὰ τοιαῦτα παντάπασι παιδικῆς εὐηθείας ὅσα μὴ μόνον τῆς τῶν εὐλόγων ἐκτὸς πίπτει θεωρίας, ἀλλὰ καὶ τῆς τοῦ δυνατοῦ.
因为在我看来,那些不仅超出了合理解释的范围,而且超出了可能性范围的事物,完全是出于幼稚的愚蠢。
§16.12.7τὸ γὰρ φάσκειν ἔνια τῶν σωμάτων ἐν φωτὶ τιθέμενα μὴ ποιεῖν σκιὰν ἀπηλγηκυίας ἐστὶ ψυχῆς·
宣称某些物体置于光线下却不产生阴影,是丧失了理智与感觉的心灵的表现。
ὃ πεποίηκε Θεόπομπος, φήσας τοὺς εἰς τὸ τοῦ Διὸς ἄβατον ἐμβάντας κατʼ Ἀρκαδίαν ἀσκίους γίνεσθαι.
泰奥彭波斯正是这样做的,他声称进入阿卡迪亚宙斯禁地的人会变得没有影子。
§16.12.8τούτῳ δὲ παραπλήσιόν ἐστι καὶ τὸ νυνὶ λεγόμενον.
如今所说的这些事,与此非常相似。
§16.12.9ὅσα μὲν οὖν συντείνει πρὸς τὸ διασῴζειν τὴν τοῦ πλήθους εὐσέβειαν πρὸς τὸ θεῖον, δοτέον ἐστὶ συγγνώμην ἐνίοις τῶν συγγραφέων τερατευομένοις καὶ λογοποιοῦσι περὶ τὰ τοιαῦτα· τὸ δʼ ὑπεραῖρον οὐ συγχωρητέον.
凡是有助于维护大众对神明敬虔的事物,我们应当宽容某些历史学家在此类事情上制造神异和编写传说;但超出这一限度的,则不应予以容许。
§16.12.10τάχα μὲν οὖν ἐν παντὶ δυσπαράγραφός ἐστιν ἡ ποσότης, οὐ μὴν ἀπαράγραφός γε.
也许,在任何事物中,(可容许的)限度都难以界定,但也绝非不可界定。
§16.12.11διὸ καὶ παρὰ βραχὺ μὲν εἰ καὶ ἀγνοεῖται καὶ ψευδοδοξεῖται, δεδόσθω συγγνώμη, τὸ δʼ ὑπεραῖρον ἀθετείσθω κατά γε τὴν ἐμὴν δόξαν.
因此,对于轻微的无知或误解,应当予以宽容;但超出这一限度的,至少依我之见,应当予以否定。