§15.34.1τὸ τέλος.
的结局。
ἐγὼ δʼ οὐκ ἀγνοῶ μὲν τὰς τερατείας καὶ διασκευάς, αἷς κέχρηνται πρὸς ἔκπληξιν τῶν ἀκουόντων ἔνιοι τῶν γεγραφότων τὰς πράξεις ταύτας, πλείω τὸν ἐπιμετροῦντα λόγον διατιθέμενοι τοῦ συνέχοντος τὰ πράγματα καὶ κυρίου, §15.34.2τινὲς μὲν ἐπὶ τὴν τύχην ἀναφέροντες τὰ γεγονότα καὶ τιθέντες ὑπὸ τὴν ὄψιν τὸ ταύτης ἀβέβαιον καὶ δυσφύλακτον, οἱ δὲ τὸ παράδοξον τῶν συμβεβηκότων ὑπὸ λόγον ἄγοντες, πειρώμενοι τοῖς γεγονόσιν αἰτίας καὶ πιθανότητας ὑποτάττειν.
另一方面,我并非不知道,在记载这些事件的历史学家中,有些人为了让听众震惊而采用夸大和粉饰的手法,他们所展开的附加和赘余之说,多于那些维系事态并起决定作用的关键叙述,有些人将所发生的事归因于命运,并向我们展示命运的无常与防不胜防;而另一些人则试图对所发生之事的离奇性进行合理解释,力图为这些事件赋予原因和合理性。
§15.34.3οὐ μὴν ἔγωγε προεθέμην τούτῳ χρήσασθαι τῷ χειρισμῷ περὶ τῶν προειρημένων διὰ τὸ μήτε πολεμικὴν τόλμαν καὶ δύναμιν ἐπίσημον γεγονέναι περὶ τὸν Ἀγαθοκλέα μήτε χει §15.34.4ρισμὸν πραγμάτων ἐπιτυχῆ καὶ ζηλωτὸν μήτε τὸ τελευταῖον τὴν αὐλικὴν ἀγχίνοιαν καὶ κακοπραγμοσύνην διαφέρουσαν, ἐν ᾗ Σωσίβιος καὶ πλείους ἕτεροι κατεβίωσαν, βασιλεῖς ἐκ βασιλέων μεταχειριζόμενοι, τὰ δʼ ἐναντία τούτοις συμβεβηκέναι περὶ τὸν προειρημένον ἄνδρα.
然而,我并不打算在对待前述之人时采用这种处理方法,因为在阿加托克雷斯身上,既没有显著的军事勇气和能力,也没有成功且令人羡慕的国务处理能力,最后也没有卓越的宫廷机智与权谋——而索西比乌斯和其他许多人正是凭借这种机智,在操纵一代又一代君主的过程中度过了余生——相反,在前述男子身上发生的事情与这些完全相反。
§15.34.5προαγωγῆς μὲν γὰρ ἔτυχε παραδόξου διὰ τὴν τοῦ Φιλοπάτορος ἀδυναμίαν τοῦ βασιλεύειν· §15.34.6τυχὼν δὲ ταύτης καὶ παραλαβὼν εὐφυέστατον καιρὸν μετὰ τὸν ἐκείνου θάνατον πρὸς τὸ συντηρῆσαι τὴν ἐξουσίαν, ἅμα τὰ πράγματα καὶ τὸ ζῆν ἀπέβαλε διὰ τὴν ἰδίαν ἀνανδρίαν καὶ ῥᾳθυμίαν, ἐν πάνυ βραχεῖ χρόνῳ καταγνωσθείς.
因为,他之所以获得意想不到的晋升,是由于菲洛帕托尔缺乏统治能力;但在获得这种晋升,并在国王死后得到了极其有利的维护权力的机会时,他却因为自己的软弱和懒惰,在极短的时间内被人们彻底看穿并唾弃,同时失去了权力和生命。