Humanitext Reader

波利比奥斯 · 历史 §15.33.1-15.33.13

阿加托克雷斯同伙的惨死与菲拉蒙之死

第 844 段,共 1311 段 · 希腊语

内容简介

阿加托克雷斯及其同伙在竞技场和街头被愤怒的群众惨烈私刑并屠杀;同时,参与谋杀前王后阿尔西诺伊的菲拉蒙及其家人也被她的乳姐妹们杀死。

§15.33.1τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους ἐγένετό τις ἐκ ταὐτομάτου καταρχὴ τοιαύτη.
流血与屠杀的开端就这样自然而然地发生了。
§15.33.2τῶν γὰρ Ἀγαθοκλέους ὑπηρετῶν καὶ κολάκων τις ὄνομα Φίλων ἐξῆλθε κραιπαλῶν εἰς τὸ στάδιον.
阿加托克雷斯的仆从和谄媚者中,有一个名叫菲隆的人,宿醉未醒地走进了竞技场。
§15.33.3οὗτος θεωρῶν τὴν ὁρμὴν τῶν ὄχλων εἶπε πρὸς τοὺς παρεστῶτας ὅτι πάλιν αὐτοῖς, καθάπερ καὶ πρῴην, ἐὰν Ἀγαθοκλῆς ἐξέλθῃ, μεταμελήσει.
他看到群众的狂热,便对身旁站着的人说,如果阿加托克雷斯出来,他们就会像上次一样再次后悔。
§15.33.4τῶν δʼ ἀκουσάντων οἱ μὲν ἀπελοιδόρουν αὐτόν, οἱ δὲ προώθουν.
听到这话的人中,有的辱骂他,有的推搡他。
ἐπιβαλομένου δʼ ἀμύνεσθαι ταχέως οἱ μὲν τὴν χλαμύδα περιέρρηξαν, οἱ δὲ τὰς λόγχας προσερείσαντες ἐξεκέντησαν.
当他试图自卫时,一些人迅速撕裂了他的外衣,另一些人则用长矛刺穿了他。
§15.33.5ἅμα δὲ τῷ τοῦτον εἰς τὸ μέσον ἑλκυσθῆναι μεθʼ ὕβρεως ἔτι σπαίροντα, καὶ γεύσασθαι τὰ πλήθη φόνου, πάντες ἐκαραδόκουν τὴν τῶν ἄλλων παρουσίαν.
他还在喘息挣扎时就被粗暴地拖到了中央,群众一旦尝到了鲜血的滋味,所有人便都迫切地等待着其他人的出现。
§15.33.6μετʼ οὐ πολὺ δὲ παρῆν ἀγόμενος πρῶτος Ἀγαθοκλῆς δέσμιος· ὃν εὐθέως εἰσιόντα προσδραμόντες τινὲς ἄφνω συνεκέντησαν, ἔργον ποιοῦντες οὐκ ἐχθρῶν, ἀλλʼ εὐνοούντων· αἴτιοι γὰρ ἐγένοντο τοῦ μὴ τυχεῖν αὐτὸν τῆς ἁρμοζούσης καταστροφῆς·
没过多久,阿加托克雷斯首先被绑着押了进来;他刚一进来,一些人就冲上去突然将他刺死,这倒不像是敌人的作为,反而像是好意之人的举动,因为他们使他免于遭受应有的惩罚。
μετὰ δὲ τοῦτον ἤχθη Νίκων, §15.33.7εἶτʼ Ἀγαθόκλεια γυμνὴ σὺν ταῖς ἀδελφαῖς, ἑξῆς δὲ τούτοις πάντες οἱ συγγενεῖς.
在他之后,尼康被押了进来,接着是赤身裸体的阿加托克莱亚和她的姐妹们,紧接着是他们所有的亲属。
§15.33.8ἐπὶ δὲ πᾶσιν ἐκ τοῦ Θεσμοφορείου τὴν Οἰνάνθην ἀποσπάσαντες ἧκον εἰς τὸ στάδιον, ἄγοντες γυμνὴν ἐφʼ ἵππου.
最后,他们把奥伊南特从得墨忒耳神庙中强行拉出来,让她赤身裸体骑在马上,带到了竞技场。
§15.33.9παραδοθέντων δὲ πάντων ὁμοῦ τοῖς ὄχλοις, οἱ μὲν ἔδακνον, οἱ δʼ ἐκέντουν, οἱ δὲ τοὺς ὀφθαλμοὺς ἐξέκοπτον· ἀεὶ δὲ τοῦ πεσόντος τὰ μέλη διέσπων, ἕως ὅτου κατελώβησαν πάντας αὐτούς·
当所有人被一同交给群众时,有人咬他们,有人刺他们,有人挖出他们的眼睛;每当有人倒下,人们就撕裂其肢体,直到将他们所有人摧残致死。
§15.33.10δεινὴ γάρ τις ἡ περὶ τοὺς θυμοὺς ὠμότης γίνεται τῶν κατὰ τὴν Αἴγυπτον ἀνθρώπων.
因为埃及人在愤怒时的残暴是极为可怕的。
§15.33.11κατὰ δὲ τὸν καιρὸν τοῦτον σύντροφοι τῆς Ἀρσινόης γεγενημέναι τινὲς παιδίσκαι, πυθόμεναι παραγεγονέναι τὸν Φιλάμμωνα τριταῖον ἀπὸ Κυρήνης τὸν ἐπιστάντα τῷ φόνῳ τῆς βασιλίσσης, ὥρμησαν ἐπὶ τὴν οἰκίαν αὐτοῦ, §15.33.12καὶ βιασάμεναι τὸν μὲν Φιλάμμωνα τύπτουσαι τοῖς λίθοις καὶ τοῖς ξύλοις ἀπέκτειναν, τὸν δʼ υἱὸν ἀπέπνιξαν, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, σὺν δὲ τούτοις τὴν γυναῖκα τοῦ Φιλάμμωνος γυμνὴν εἰς τὴν πλατεῖαν ἐξέλκουσαι διέφθειραν.
在这个时候,几名曾与阿尔西诺伊一同长大的年轻女侍,听说主使谋杀王后的菲拉蒙在两天前从昔兰尼到达,便冲向了他的家,她们强行闯入,用石头和木棍殴打菲拉蒙致死,掐死了他尚处少年时期的儿子,并与他们一起,将菲拉蒙的妻子赤身裸体地拖到广场上处死。
§15.33.13καὶ τὰ μὲν περὶ τὸν Ἀγαθοκλέα καὶ τὴν Ἀγαθόκλειαν καὶ τοὺς τούτων συγγενεῖς τοιοῦτον ἔσχε
关于阿加托克雷斯、阿加托克莱亚及其亲属的事,就此告终。

词汇与语法注释

  1. 15.33.1τοῦ δὲ ποιεῖν αἷμα καὶ φόνους — 带冠词的属格不定式短语修饰后面的名词 καταρχὴ(开端),起着规定其内容的说明性属格作用。
  2. 15.33.3μεταμελήσει — 这是无人称动词 μεταμέλει(产生后悔)的将来时,与其连用的与格 αὐτοῖς 作为逻辑上的主语(“对他们而言将产生后悔”,即“他们将会后悔”)。它与条件从句 ἐὰν ... ἐξέλθῃ(如果阿加托克雷斯出来)共同构成将来开放性条件句的结论句。
  3. 15.33.6ἔργον ποιοῦντες οὐκ ἐχθρῶν, ἀλλʼ εὐνοούντων — 属格短语 οὐκ ἐχθρῶν, ἀλλʼ εὐνοούντων 作为所有属格修饰分词 ποιοῦντες 的宾语 ἔργον,意为“所做之事非仇敌之行,实乃善意之举”。这并非讽刺,而是说明他们迅速将其刺死,在客观上使其免受群众更残酷的折磨。
  4. 15.33.6τοῦ μὴ τυχεῖν αὐτὸν τῆς ἁρμοζούσης καταστροφῆς — 这是修饰表示原因的形容词 αἴτιοι 的属格不定式短语,带有否定词 μὴ,意为“成为了他(αὐτόν,不定式的逻辑主语)未能获得应有结局(καταστροφῆς,支配属格的动词 τυχεῖν 的宾语)的原因”。
  5. 15.33.11τριταῖον — 表示时间的形容词用作副词来修饰动词或分词,这是古希腊语特有的一种用法。意为“在第三天”,在此指他到达后的第三天,即“两天前(到达)”。

引用这一段

波利比奥斯, 历史 §15.33.1-15.33.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:15.33.1-15.33.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。