§15.28.1περὶ δὲ τὸν Μοιραγένην ἄφατον ἦν καὶ παράλογον τὸ συμβαῖνον.
而发生在莫伊拉格内斯身上的事情,实在是难以言表且出人意料。
§15.28.2οἱ μὲν γὰρ μόνον οὐ διατεταμένοι τὰς μάστιγας παρέστασαν, οἱ δὲ πρὸ ποδῶν αὐτοῦ τὰ πρὸς ἀνάγκας ὄργανα διεσκεύαζον· §15.28.3τοῦ δὲ Νικοστράτου παραχωρήσαντος ἕστασαν ἀχανεῖς πάντες, ἐμβλέποντες ἀλλήλοις, προσδοκῶντες ἀεί ποτε τὸν προειρημένον ἀνακάμψειν.
因为有的人几乎举起鞭子站在一旁,有的人则在他脚前准备着拷问的工具;然而,随着尼科斯特拉托斯的离去,所有人都目瞪口呆地站着,面面相觑,一直盼望着前述之人会随时回来。
§15.28.4χρόνου δὲ γινομένου κατὰ βραχὺ διέρρεον οἱ παρεστῶτες, τέλος δʼ ὁ Μοιραγένης ἀπελείφθη.
随着时间流逝,守在一旁的人渐渐散去,最后只剩下了莫伊拉格内斯。
καὶ μετὰ ταῦτα διελθὼν τὴν αὐλὴν ἀνελπίστως παρέπεσε γυμνὸς εἴς τινα σκηνὴν τῶν Μακεδόνων, σύνεγγυς κειμένην τῆς αὐλῆς.
此后,他穿过宫殿,出乎意料地赤裸着身子逃进了附近一处马其顿士兵的帐篷。
§15.28.5καταλαβὼν δὲ κατὰ τύχην ἀριστῶντας καὶ συνηθροισμένους, ἔλεγε τὰ περὶ αὑτὸν συμβεβηκότα καὶ τὸ παράλογον τῆς σωτηρίας.
他碰巧遇到他们正聚集在一起吃午饭,便向他们讲述了发生在他身上的事情以及他奇迹般获救的经过。
§15.28.6οἱ δὲ τὰ μὲν ἠπίστουν, τὰ δὲ πάλιν ὁρῶντες αὐτὸν γυμνὸν ἠναγκάζοντο πιστεύειν.
他们一方面不相信他的话,但另一方面,看到他赤身裸体,又不得不相信。
§15.28.7ἐκ δὲ ταύτης τῆς περιπετείας ὅ τε Μοιραγένης μετὰ δακρύων ἐδεῖτο τῶν Μακεδόνων μὴ μόνον τῆς αὑτοῦ συνεπιλαβέσθαι σωτηρίας, ἀλλὰ καὶ τῆς τοῦ βασιλέως, καὶ μάλιστα τῆς σφῶν αὐτῶν· §15.28.8πρόδηλον γὰρ εἶναι πᾶσι τὸν ὄλεθρον, ἐὰν μὴ συνάψωνται τοῦ καιροῦ, καθʼ ὃν ἀκμάζει τὸ τῶν πολλῶν μῖσος καὶ πᾶς ἕτοιμός ἐστι πρὸς τὴν κατʼ Ἀγαθοκλέους τιμωρίαν.
由于这一转折,莫伊拉格内斯流着泪恳求马其顿士兵,不仅要协助拯救他自己的生命,还要协助拯救国王的生命,尤其是他们自己的生命;因为他指出,如果不抓住这个机会——此时民众的憎恨正达到顶点,人人都准备好对阿加托克雷斯进行惩罚——那么大家的毁灭对所有人来说都是显而易见的。
§15.28.9ἀκμάζειν δὲ νῦν μά
而现在,正是最……