§15.26a.1ὅτι Δείνωνα τὸν Δείνωνος ἐπανείλετο Ἀγαθοκλῆς, καὶ τοῦτο ἔπραξε τῶν ἀδίκων ἔργων, ὡς ἡ παροιμία φησί, δικαιότατον·
阿加托克利斯杀害了戴农之子戴农,正如俗话所说,这是他在不义之举中做出的最正义的一件事。
καθʼ ὃν μὲν γὰρ καιρόν, τῶν γραμμάτων αὐτῷ προσπεσόντων ὑπὲρ τῆς ἀναιρέσεως τῆς Ἀρσινόης, ἐξουσίαν ἔσχε μηνῦσαι τὴν πρᾶξιν καὶ σῶσαι τὰ κατὰ τὴν βασιλείαν, τότε δὴ συνεργήσας τοῖς περὶ τὸν Φιλάμμωνα, πάντων ἐγένετο τῶν ἐπιγενομένων κακῶν αἴτιος,
因为当关于谋杀阿尔西诺伊的信件送达他手中时,他本有机会揭发这一行径并挽救王国的局势,但他却在那个时候与菲拉蒙一伙同流合污,从而成为了后来发生的一切灾难的祸首。
§15.26a.2μετὰ δὲ τὸ συντελεσθῆναι τὸν φόνον ἀνανεούμενος καὶ πρὸς πολλοὺς οἰκτιζόμενος καὶ μεταμελόμενος ἐπὶ τῷ τοιοῦτον καιρὸν παραλιπεῖν δῆλος ἐγένετο τοῖς περὶ τὸν Ἀγαθοκλέα·
但在谋杀得逞之后,他重提旧事,向许多人哀诉,并为错失了这样的良机而追悔莫及,这使得他的心思在阿加托克利斯一伙人面前暴露无遗。
διὸ καὶ παραυτίκα τυχὼν τῆς ἁρμοζούσης τιμωρίας μετήλλαξε τὸν βίον. —
因此,他立时遭到了应得的惩罚,结束了生命。