§15.26a.1ὅτι Δείνωνα τὸν Δείνωνος ἐπανείλετο Ἀγαθοκλῆς, καὶ τοῦτο ἔπραξε τῶν ἀδίκων ἔργων, ὡς ἡ παροιμία φησί, δικαιότατον·
That Agathocles put to death Deinon, the son of Deinon, and in doing so performed, as the proverb says, the most just of his unjust deeds.
καθʼ ὃν μὲν γὰρ καιρόν, τῶν γραμμάτων αὐτῷ προσπεσόντων ὑπὲρ τῆς ἀναιρέσεως τῆς Ἀρσινόης, ἐξουσίαν ἔσχε μηνῦσαι τὴν πρᾶξιν καὶ σῶσαι τὰ κατὰ τὴν βασιλείαν, τότε δὴ συνεργήσας τοῖς περὶ τὸν Φιλάμμωνα, πάντων ἐγένετο τῶν ἐπιγενομένων κακῶν αἴτιος,
For at the time when, the letter concerning the murder of Arsinoe having reached him, he had the opportunity to reveal the plot and save the state, he then instead co-operated with Philammon's party and became the cause of all the evils that followed.
§15.26a.2μετὰ δὲ τὸ συντελεσθῆναι τὸν φόνον ἀνανεούμενος καὶ πρὸς πολλοὺς οἰκτιζόμενος καὶ μεταμελόμενος ἐπὶ τῷ τοιοῦτον καιρὸν παραλιπεῖν δῆλος ἐγένετο τοῖς περὶ τὸν Ἀγαθοκλέα· διὸ καὶ παραυτίκα τυχὼν τῆς ἁρμοζούσης τιμωρίας μετήλλαξε τὸν βίον. —
But after the murder had been committed, by reviving the matter, lamenting before many people, and regretting that he had let slip such an opportunity, he made his feelings manifest to Agathocles and his faction; wherefore, immediately receiving his fitting punishment, he departed this life.