§15.26.1πρώτους δὲ συναθροίσας τοὺς Μακεδόνας, εἰς τούτους εἰσῆλθε μετὰ τοῦ βασιλέως καὶ τῆς Ἀγαθοκλείας.
他首先召集了马其顿人,然后带着国王和阿加托克雷亚进到他们中间。
§15.26.2καὶ τὰς μὲν ἀρχὰς ὑπεκρίνετο τὸν οὐ δυνάμενον εἰπεῖν ἃ βούλεται διὰ τὸ πλῆθος τῶν ἐπιφερομένων δακρύων· §15.26.3ἐπεὶ δὲ πλεονάκις ἀπομάττων τῇ χλαμύδι κατεκράτησε τῆς ἐπιφορᾶς, βαστάσας τὸ παιδίον "3Λάβετε"3 ἔφη "3τοῦτον, ὃν ὁ πατὴρ ἀποθνήσκων εἰς μὲν τὰς ἀγκάλας ἔδωκε ταύτῃ"3 δείξας τὴν ἀδελφὴν "3παρακατέθετο δʼ εἰς τὴν ὑμετέραν, ὦ ἄνδρες Μακεδόνες, πίστιν.
起初,他假装因泪水夺眶而出而无法说出想说的话;但当他用斗篷擦拭了多次、终于止住了泪水时,他抱起这个幼童说道:“接下这个孩子吧,他的父亲在临终时,将他交到了这位女子的怀中,”他指着他的姐姐说,“并且,马其顿的勇士们,将他托付给了你们的忠诚。
§15.26.4ἡ μὲν οὖν [καὶ] ταύτης εὔνοια βραχεῖάν τινα ῥοπὴν ἔχει πρὸς τὴν τούτου σωτηρίαν, ἐν ὑμῖν δὲ κεῖται καὶ ταῖς ὑμετέραις χερσὶ τὰ τούτου νυνὶ πράγματα.
因此,这个女子的爱护对于他的安全只有微不足道的轻微作用,而他如今的命运则取决于你们,取决于你们的双手。
§15.26.5Τληπόλεμος γὰρ πάλαι μὲν ἦν δῆλος τοῖς ὀρθῶς σκοπουμένοις μειζόνων ἐφιέμενος ἢ καθʼ ἑαυτὸν πραγμάτων, νῦν δὲ καὶ τὴν ἡμέραν καὶ τὸν καιρὸν ὥρικεν, ἐν ᾗ μέλλει τὸ διάδημʼ ἀναλαμβάνειν.
因为在那些能正确审视事态的人看来,特勒波勒摩斯早已显然在觊觎超出自身地位的更大权力,而现在,他甚至已经定下了自己将戴上王冠的日子和时刻。
§15.26.6"3 καὶ περὶ τούτων οὐχ αὑτῷ πιστεύειν ἐκέλευεν, ἀλλὰ τοῖς εἰδόσι τὴν ἀλήθειαν καὶ παροῦσι νῦν ἐξ αὐτῶν τῶν πραγμάτων.
” 接着,他要求人们在这些事上不要相信他,而要相信那些了解真相、且刚从事情发生的现场来到这里的目击者。
§15.26.7καὶ τοῦτʼ εἰπὼν εἰσῆγε τὸν Κριτόλαον, ὃς ἔφη καὶ τοὺς βωμοὺς αὐτὸς ἑωρακέναι κατασκευαζομένους καὶ τὰ θύματα παρὰ τοῖς πλήθεσιν ἑτοιμαζόμενα πρὸς τὴν τοῦ διαδήματος ἀνάδειξιν.
说完这话,他引进了克里托劳斯。 克里托劳斯声称,他自己亲眼看见祭坛正在被搭建,民众也正在准备牺牲祭品,以迎接近戴王冠的宣告。
§15.26.8ὧν οἱ Μακεδόνες ἀκούοντες οὐχ οἷον ἠλέουν αὐτόν, ἀλλʼ ἁπλῶς οὐδὲν προσεῖχον τῶν λεγομένων, μυχθίζοντες δὲ καὶ διαψιθυρίζοντες ἐξελήρησαν οὕτως ὥστε μηδʼ αὐτὸν εἰδέναι [μήτε] πῶς τὸ παράπαν ἐκ τῆς ἐκκλησίας ἀπελύθη.
马其顿人听到这些话,不仅没有怜悯他,反而完全不理会他的话,只是冷嘲热讽、交头接耳地喧哗起来,以至于他自己甚至都不知道最后究竟是如何脱身离开大会的。
§15.26.9παραπλήσια δὲ τούτοις ἐγίνετο καὶ περὶ τὰ λοιπὰ συστήματα κατὰ τοὺς ἐκκλησιασμούς.
与此类似的情形,在其他军事团体的集会中也同样发生。
§15.26.10ἐν δὲ τῷ μεταξὺ πολὺς ἦν ὁ καταπλέων ἐκ τῶν ἄνω στρατοπέδων, καὶ παρεκάλουν οἱ μὲν συγγενεῖς, οἱ δὲ φίλους, βοηθεῖν τοῖς ὑποκειμένοις, καὶ μὴ περιιδεῖν σφᾶς ἀνέδην ὑφʼ οὕτως ἀναξίων ὑβριζομένους.
与此同时,许多人从内陆的驻军营地乘船顺流而下,他们有的恳求亲戚,有的恳求朋友,去援助那些受害者,不要任由他们被如此卑劣的人肆无忌惮地羞辱。
§15.26.11μάλιστα δὲ παρώξυνε τοὺς πολλοὺς πρὸς τὴν κατὰ τῶν προεστώτων τιμωρίαν τὸ γινώσκειν ὅτι τὸ μέλλειν καθʼ αὑτῶν ἐστι διὰ τὸ πάντων τῶν παρακομιζομένων ἐπιτηδείων εἰς τὴν Ἀλεξάνδρειαν κρατεῖν
尤其是,最促使大众去惩罚统治者的是他们认识到拖延对自己不利,因为统治者们控制着所有运往亚历山大港的必需品。